no image
DDbDP-text
Saisie injustifiée au nom du fisc via HGV-meta
Linked by Trismegistos ID
TM 3385.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀπολλόδοτος, τῶν κατοικούντων ἐν Ἀλαβανθίδι. ἀδικοῦμαι ὑπὸ Μνασέου, τοῦ οἰκονομοῦντος τοὺς ἔξω τόπους. ἐμοῦ γὰρ οὐθὲν ὀφείλοντος τῶι βασιλεῖ, οὐδὲ παραγεγραμμένου μου αὐτῶι, ἐνεχυράζει με καὶ περισπᾶι μου τὸν χηνοβοσκόν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Ἡροδότωι τῶι ἐπιστάτει, ἐὰν φαί νωμαι μηθὲν ὀφείλων μηδὲ παραγεγραμμένονπαραγεγραμμένομ με Μνασέαι, μὴ ἐπιτρέπειν τῶι Μνασέαι ἐνεχυ ράζειν με μηδὲ περισπᾶν τοὺς παρʼ ἐμοῦ. τούτου γὰρ γενομένου, ἔσομαι διὰ σέ, βασιλεῦ, τοῦ δι καίου τετευχώς. εὐτύχει. Ἡροδότωι. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λωίου κϛ, Χοίαχ ιγ. Ἀπολλόδοτος πρὸς Μνασέαν περὶ ἐνεχυρασμοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.