p.enteux.87
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἀπολλόδοτος, τῶν κατοικούντων ἐν Ἀλαβανθίδι. ἀδικοῦμαι ὑπὸ Μνασέου, τοῦ οἰκονομοῦντος τοὺς ἔξω τόπους. ἐμοῦ γὰρ οὐθὲν ὀφείλοντος τῶι βασιλεῖ, οὐδὲ παραγεγραμμένου μου αὐτῶι, ἐνεχυράζει με καὶ περισπᾶι μου τὸν χηνοβοσκόν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι …