no image
DDbDP-text
Violences et insultes via HGV-meta
Linked by Trismegistos ID
TM 3354.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἡρακλείδης τῶν ἀπʼ Ἀλεξάνδρου νήσου, τῶν κατοικούντων ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσι νοίτου νομοῦ. ἀδικοῦμαι ὑπὸ Ψενοβάστιος ἣ κατοικεῖ Ψυάν, τοῦ προγεγραμμένου νομοῦ. τοῦ γὰρ ε ἔτους ὡς αἱ πρόσοδοι, Φαμενὼθ κα, ἐπορεύθην εἰς Ψυάν, τοῦ αὐτοῦ νομοῦ, πρὸς ἰδίαν χρείαν, παραπορευομένου δέ μου ααινεπρα κύψασα Αἰγυπτία τις ἧι λέγεται εἶναι ὄνομα Ψενοβάστις κατέχεεν κατὰ τῶν ἱματίων μου οὖρον ὥστε καὶ ε καταρρυῆναι. ἀγανακτήσαντος δέ μου καὶ ἐπιτιμῶντος αὐτῆι, ἐλοιδόρησε· ἐμοῦ δὲ ἀντιλοιδοροῦντος αὐτῆι Ψενοβάστις τῆι αὑτῆς δεξιᾶι χειρὶ ἐπισπασαμένη τῆς ἀναβολῆς τοῦ ἱματίου οὗ περιεβεβλήμην ἔρηξε καὶ ἐπάρασσεν ὥστε καὶ ἀπογυμνωθῆναί μου τὸ στῆθος, καὶ ἐνέπτυσεν εἰς τὸ πρόσωπόν μου παρόντων τινῶν οὓς ἐγὼ ἐπεμαρτυράμην. ἃ δʼ ἐγκαλῶ ἔπραξεν ὑβρίζουσά με καὶ ἄρχουσα εἴς με χειρῶνχερῶν ἀδίκων. ἐπιτιμηθεῖσα δὲ ὑπό τινων τῶν παρόντων ἐφʼ οἷς αιμε, οὕτως καταλιποῦσά με ἀπηλλάγη ἔνδον, ὅθεν τὸ οὖρον κατέχεέν μου. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, μὴ περιιδεῖν με οὕτως ἀλόγως ὑπὸ Αἰγυπτίας ὑβρισμένον, Ἕλληνα ὄν τα καὶ ξένον, ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι, ἐπειδὴ επιδειι ὑπὸ αὐτῆς γράψαι Σωγένει τῶι ἐπιστάτηι ἀποστεῖλαι τὴν Ψενοβάστιν ἐφʼ αὑτὸν ὅπως διακριθῆι πρός με περὶ τούτων καί, ἐὰν ἦι ἀληθῆ τὰ διὰ τῆς ἐντεύξεως, τύχηι ζημίας ἧς ἂν ὁ στρατηγὸς συνκρίνηι. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, τεύξομαι τοῦ δι καίου. εὐτύχει. ἔτους δ, Δίου γ, Φαμενὼθ κζ. Ἡρακλείδης πρὸς Ψενοβάστιν περὶ ὕβρεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.