no image
DDbDP-text
Reconstruction d’un isieion via HGV-meta
Linked by Trismegistos ID
TM 3283.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἐποῆρις Πανῆτος, ἰσιονόμος, κατοικοῦσα Ἀθηνᾶς κώμην, τῆς Θεμίστου μερίδος. ὑπάρχει μοι ἰσιεῖον ἐν τῆι προγεγραμμένηι κώμηι, ὃ συμβέβηκεν πεπονηκέναιπεπονεκέναι καὶ διὰ τοῦτο μὴ δύνασθαι ἐν αὐτῶι καταγίνεσθαι, φοβουμένη μὴ συμπέσηι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι οἷς καθήκει, ἐάνπερ ᾖ ἃ γράφω ἀληθῆ, δοθῆναί μοι τὴν καθαίρεσιν, ἐφʼ ὧι ἀνοικοδομήσασα ἀποκατα στήσω ἐπὶ τὸ αὐτὸ καὶ αἱ θυσίαι συντελῶνταισυντελοῦνται ὑπέρ τε σοῦ καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων. τούτου γὰρ γενομένου, ἔσομαι τετευχυῖα τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει. Στράτωνι. παραλαβὼν τὸν ει ἐπιστάτην καὶ τὸν κωμογραμματέα, ἐπίσκεψαι καὶ, ἐὰν ἦι ἃ γράφει ἀληθῆἀληθῆι, ἔασον καθελεῖν, ἐπιμελὲς δέ σοι ἔστω ὅπως πάλιν ἀνοικοδομηθῆι καὶ μὴ χεῖρον τοῦ προυπάρχοντος ἰσιείου ἀλλὰ κ κατὰ τὸ πρόσταγμα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ Χοίαχ ιγ. Ἐποῆρις Πανῆτος περὶ καθαιρέσεως ἰσιείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.