no image
DDbDP-text
Fragment of an Antichretic Loan via HGV-meta
Linked by Trismegistos ID
TM 22469.
Each record below describes this same ancient text from a different angle.
vestiges δικαίῳ ὑποθήκης καὶ ἐνεχύρου ἀπὸ οἰκίας νευούσης ἐπὶ βορρᾶ διακειμένης ἐπὶ ταύτης τῆς πόλεως ἐπʼ ἀμφόδου Ποιμενικῆς ὁλόκληρον μονόχωρον νεῦον ἐπʼ ἀπηλιώτην διαφέρονδιαφέρουσαν ἐμοὶ τῇ αὐτῇ Εὐφημίᾳ μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ἐξ ὅλων τῶν χρηστηρίων τῆς πάσης οἰκίας ἀπό τε αἴθρας καὶ αὐλῆς καὶ φρέατος καὶ δωμάτων καὶ ἀρτοψυγίων καὶ τῶν λοιπῶν δικαίων τῆς αὐτῆς οἰκίας ὥστε σὲ ἀντὶ διαφόρου τοῦ χρέους τῶν αὐτῶν δύο νομισμάτων κατασχεῖν καὶ νέμεσθαι τὸ αὐτὸ μονόχωρον καὶ οἰκεῖν ἐν αὐτῷ δίχα χορηγίας ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας ἥτις ἐστὶν Φαμενὼθ ἑκκαιδεκάτηἑξκαιδεκάτη τοῦ ἐνεστῶτος ἔτους σια ρπ τῆς παρούσης τρεισκαιδεκάτηςτρισκαιδεκάτης ἰνδικτίωνος καὶ μὴ ἐξεῖναι ἡμῖν πρὸ ἀποδόσεως τοῦ αὐτοῦ χρέους τῶν αὐτῶν δύο νομισμάτων τὸ αὐτὸ μονόχωρον ἢ τὰ τούτου δικαιώματα ἀπο λαβεῖν ἀπὸ τῆς σῆς διακατοχῆς οὐ πωλεῖν οὐ μεθυποθέσθαι ἑτέρῳ οὐδὲ ἄλλως οἰκονομεῖν κατʼ αὐτοῦ ἄχρι ἀποδόσεως τοῦ αὐτοῦ χρέους, οὔτε μὴν λέγειν ιδαλα καὶ τῆς τούτου γαμετῆς Εὐφημίας χρυσοῦ νομισμάτων β παρὰ κεράτια ι ἰ¨διωτικῷ κερατιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.