no image
DDbDP-text
Remboursement de vin via HGV-meta
Linked by Trismegistos ID
TM 3310.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Διοκλῆς. ἀδικοῦμαι ὑπὸ Σεῶτος. εἰσδόντος γάρ μου καὶ πρότερον ἔντευξιν Διοφάνει τῶι στρατηγῶι, διʼ ἧς ἐνεφάνιζον ὅτι ὀφείλων μοι ὁ Σεῶς κατὰ συγγραφὴν αἰγυπτί αν οἴνου χοῦς λε, ἀπῃτημένοςἀπηιτημένος πλεονάκις οὐκ ἀποδιδοίη μοι, καὶ τοῦ Διοφάνους γράψαντος Πολυκρά τει ἐπισκέψασθαι, καταστὰς Σεῶς τοῦ κε ἔτους, Ἐφεὶφ κζ, ὑπογραφὴν ἐποιήσατο ἀποδώσειν μοι οἴνου χοῦς λ, ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐν ἡμέραις λ. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πολυκράτει τῶι ἐπιστάτηι, ἐὰν ᾖ τὰ διὰ τῆς ἐντεύξεως ἀληθῆ, εἰσπρᾶξαι αὐτὸν τοὺς λ χοῦς τοῦ οἴνου ἢ τὴν οὖσαν τιμὴν ἐν τῆι ἀγορᾶι. τούτου γάρ γενομένου, ἔσομαι διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τετευχώς. εὐτύχει. Πολυκράτει. εἰ αὐτῶι ἐκ τῶν ν τὰ δίκαια ποιῆσαι. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Διοκλῆς πρὸς Σεῶν περὶ ὀφειλήσεως οἴνου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.