no image
DDbDP-text
Indemnité de funérailles due par un thiase de femmes via HGV-meta
Linked by Trismegistos ID
TM 3296.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Θερῶυς καὶ Τεῶς. ἀδικούμεθα ὑπὸ Τεμσώιος καὶ Σενεμενώπιος καὶ Τετειμ καὶ Ἑριέως καὶ τῶν λοιπῶν συνθιασιτίδων τῶν ἐκ Κερκεθοήρεως, τῆς Πολέμωνος μερίδος. Σοήριος γὰρ τῆς ἀδελφῆς μου, γυναικὸς δὲ Τεῶτος τοῦ προγεγραμμένου συνθιασιτευούσης ταῖς προγεγραμμέναιςπραγεγραμμεναις καὶ ἐχούσης τὴν ἱερωσύνηνἱεροσύνην τοῦ θιάσου ἐφʼ ἔτη δ, συμβέβηκεν αὐτὴν τετελευτηκέναι οὐκ ἐχούσης δὲ αὐτῆς τῶν ἔγγιστα γένους ἀλλʼ ἢ ἡμᾶς, ἀπαιτούμεναι αἱ προγεγραμμέναι τὸ ταφικὸν οὐκ ἀποδιδόασιν. δεόμεθα οὖν σου, βασιλεῦ, προστάξαι Διοφά νει τῶι στρατηγῶι γράψαι Πτολεμαίωι τῶι ἐπιστάτηι, ἐὰν μὲν ἔτι καὶ νῦν ὑπομένωσιν ἡμῖν ἀποδοῦναι τὸ ταφικόν, εἰ δὲ μή, ἀποστεῖλαι αὐτὰς ἐπὶ Διοφάνην ὅπως ἐπαναγκασθῶσι ἀποδοῦναι ἡμῖν, ἵνα διὰ σέ, βασιλεῦ, τύχω τοῦ δικαίου. εὐτύχει. Πτολεμαίωι. μάλιστα διάλυσον αὐτοὺς· εἰ δὲ μή, ἀπόστειλον πρὸς ἡμᾶς ἐκ τῆς δεκάτης τοῦ Χοίαχ ὅπως ἐπὶ τοῦ καθήκοντος δικαστηρίου διακριθῶσιν. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. Θερῶυς καὶ Τεῶς πρὸς Τεμσῶιν καὶ τὰς συνθιασιτίδας περὶ ταφικοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.