no image
DDbDP-text
Renouvellement d’une hypothèque sur le bien d’un mineur via HGV-meta
Linked by Trismegistos ID
TM 3292.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἱππόνικος Ἱππονίκου, Μακεδὼν τῆς ἐπιγονῆς. Ἑρμίας ὁ ἀδελφός μου τελευτῶν καταλείπει μοι ἀμπελῶνα περὶ Θεογονίδα κατὰ διαθήκην πτο, ἐφ ὧι ἐπεδεδά νειστο παρὰ Ἱππονίκου, Ἀρκάδος, τῆς τῶν Θεσσαλῶν καὶ τῶν ἄλλων Ἑλλήνων ἱπ παρχίας ἑβδομηκονταρούρου, χαλκοῦ δραχμὰς Γ. τοῦ δὲ χρόνου τοῦ κατὰ τὴν ὑπο θήκην ἐπιγύου ὄντος, ἐπιχωρεῖ ἡμῖν ὁ δανείσας Ἱππόνικος συνανανεώσασθαι, ἐγὼ δὲ νεώτερός εἰμι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Μόσχωι τῶι ἀγορανόμωι προσδέξασθαι τὴν ἀνανέωσιν παρὰ τοῦ Ἱππονίκου ἐκ τοῦ Ἑρμίου τοῦ τετελευτηκότος ὀνόματος, ἵνα μὴ συμβῆι, νε ωτέρου μου ὄντος, ἐπικαταβολὴν γενέσθαι τοῦ ἀμπελῶνος καὶ ἀποστερηθῶ πλείο νος ἀξίου ὄντος, ἀλλʼ ἐπὶ σέ, βασιλεῦ, καταφυγών, τὸν πάντων κοινὸν εὐεργέτην, τῶν εὐγνωμόνων τύχω. εὐτύχει. Μόσχωι. ἐὰν ποιῆται τὴν ἀνανέωσιν ἐπίλυσιν ἐκ τοῦ τετελευτηκότος ὀνόματος εξαι κατὰ τοὺς νόμους καὶ τὰ διαγράμματα καὶ τὰ προστάγματα εἰ μὴ τί ἐστιν αλλειεις κμενς λυθς ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ Ἱππόνικος Ἱππονίκου Μακεδὼν περὶ ὧν ἀξιοῖ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.