no image
DDbDP-text
Usurpation de logement par un clérouque via HGV-meta
Linked by Trismegistos ID
TM 3288.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Στοτοῆς Πάσιτος, γεωργὸς ἐκ Πολυδευκείας. ἀδικοῦμαι ὑπὸ Γερώρου ἑβδομηκονταρούρου. ὑπαρχούσης γάρ μοι οἰκίας ἐν τῆι κώμηι, ἐκβέβλημαι ὑπʼ αὐτοῦ ἐκ ταύτης καὶ κτήνη μου ὕπαιθρά ἐστιν, τῆι βίαι χρώμενος καὶ ὑ πάρχοντος αὐτῶι περὶ τὴν κώμην ου δεδομέν αὐτῶι ἐν σταθμοδοσίαι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προσ τάξαι Διοφάνηι τῶι στρατηγῶι γράψαι Σωσιβίωι τῶι ἐπιστάτηι ἀποστεῖλαι τὸν ἄνθρωπον ἐπʼ αὐτὸν καί, ἐὰν ἦι ταῦ τα ἀληθῆ, μὴ ἐπιτρέπειν αὐτῶι ἐκβάλλεινἐκβάλλειμ με ἐκ τῆς ἐμῆς οἰκίας, ἵνα δύνωμαι πρὸς τῶι γεωργεῖν γενέσθαι καὶ διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινὸν σωτῆρα, τοῦ δικαίου τύχω. εὐτύχει. Σωσιβίωι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ κοινοδικίου διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Στοτοῆς πρὸς Γέρωρον ἑβδομηκοντάρουρον περὶ οἰκίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.