no image
DDbDP-text
Linked by Trismegistos ID
TM 5837.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου ἔτους μ μηνὸςμηνὸς Γορπιαίου ἐφʼ ἱερέως Μενελάου τοῦ Λαάγου. συγγρα φὴ καὶ ὁμολογία. τάδε διέθετο Διονύσιος ΤημνίτηςΤεμνίτης Καλλίσται ΤημνίτειΤειμνίτει τῆι αὑτοῦ γυναι κί. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλείπειν τὰ ὑπάρχοντα αὑτοῦ πάντα Καλλίσται καὶ κυρίαν εἶναι τῶν ὑπαρχόντων πάντων μέχρι ἂν ζῆι. ἐὰν δέ τι πάσχηι Καλλίστα Διονυσίου ζῶντος, κύριον εἶναι Διονύσιον τῶν ὑπαρχόντων. ἐὰν δέ τι πάσχηι Διονύσιος, καταλειπέτω τὰ ὑπάρχοντα πᾶσιν τοῖς υἱοῖς τοῖς αὑτοῦ, κατὰ τὰ αὐτὰταὐτὰ δὲ καὶ Καλλίστα ἐάν τι πάσχηι, καταλειπέτω τὰ ὑ πάρχοντα πᾶσι τοῖς υἱοῖς πλὴν τῶν μερῶν, ὧν ἂν λαμβάνωσι παρὰ Διονυσίου καὶ Καλλίστας ἐργαζό μενοι Βάκχιος Ἡρακλείδης Μητρόδωρος τοῦ πατρὸς ζῶντος καὶ τῆς μητρός. γημάντων δὲ καὶ κα ταχωρισθέντων Βακχίου Ἡρακλείδου Μητροδώρου ἔστω τὰ ὑπάρχοντα τὰ Διονυσίου καὶ Καλλίσ τας κοινὰ πάντων τῶν υἱῶν· ἐὰν δέ τι ἐξαπορῶνται ἢ χρέος ὀφείλωσιν Διονύσιος ἢ Καλλίστα ζῶντεςδιονυσίου ἢ Καλλίστας ζῶντος τρεφέτωσαν αὐτοὺς οἱ υἱεῖς πάντες κοινῆι καὶ συναποτινέτωσαν τὰ χρέα πάντες. ἐὰν δέ τις αὐτῶν μὴ θέληι ἢ τρέφειντράφειν ἢ συναποτίνειν ἢ μὴ συνθάπτωσιν, ἀποτεισάτω ἀργυρίου δραχμὰς χιλίας καὶ ἡ πρᾶξις ἔστω ἐκ τοῦ ἀτακτοῦντος καὶ μὴ ποιοῦντος κατὰ τὰ γεγραμμένα. ἐὰν δέ καταλείπωσιν Διονύσιος ἢ Καλλίστα χρέος τι, ἐξέστω τοῖς υἱοῖς μὴ ἐμβατεύειν, ἐὰνἐὰμἐὰν μὴ βούλων ται τελευτήσαντος Διονυσίου καὶ Καλλίστας. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω πάντηι πάντως, ὅπου ἂν ἐπιφέρηται ὡς ἐκεῖ τοῦ συναλλάγματος γεγενημένου. τὴν δὲ συγγραφὴν ἑκόντες ἔθεν το παρὰ συγγραφοφύλακα Ἡράκλειτον. μάρτυρες Πολυκράτης Ἀρκάς, Ἀνδροσθένης Κῶιος, Νουμήνιος Κρής, Σιμωνίδης Μαρωνίτης, Λῦσις Ἡράκλειτος Τημνῖται. Διο νυσίου Μητρο δώ ρου seal seal seal seal Βακχίου Καλλίστας Σιμωνί δου seal seal seal seal Πολυ κράτους Ἡρακλείδου Νουμη νίου Ἡρακλ είτου seal seal seal seal Λύσιος ἈνδροσθένουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.