no image
DDbDP-text
Greek loan of wheat via HGV-meta
Linked by Trismegistos ID
TM 254.
Each record below describes this same ancient text from a different angle.
ἔτους λθ Χοίαχ ιβ ἐν Παθύρει ἐπὶ Σαρα πίωνος ἀγορανόμου ἐδάνεισεν ἈπολλωνίαἈπολλωνίαι Πτολεμαίου τοῦ Ἑρμοκράτου ΚυρηναίαΚυρηναίαι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Δρύτωνος τοῦ Παμφίλου Κρητὸς τῶν τοῦ ἐπιτάγματος ἱππάρχου ἐπʼ ἀνδρῶν καὶ διαδόχων Ἀπολλωνίωι Ἀπολλοδότου τῶι καὶ Ψεννήσει Ἁρσιήσιος Πέρσηι τῆς ἐπιγονῆς καὶ Ἡραίδι Πτολε μαίου τῆι καὶ Τίσρει Παοῦτος Περσίνηι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἀπολλω νίου τοῦ προγεγραμμένου πυρῶν ἀρτάβαςἀρτάβας λε τριάκοντα πέντε ἄτοκα· τὸ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Ἀπολλωνίαι ἐμ μηνὶ Παχὼν τοῦ λθ ἔτους πυρὸν νέον καθαρὸν ἄδολον ἀποκαθεσ τάμενον εἰς οἶκον πρὸς αὐτὴν ἰδίοις ἀνηλώμασιν μέτρωι ὧι καὶ παρειλήφασιπαρείληφαν πρὸς τὸ κθ-χοίνικον· ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῶι ὡρισμένωι χρόνωι ἀποτεισάτωσαν παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμήν· ἔγγυοι ἀλλήλων εἰς ἔκτεισιν τῶν διὰ τοῦ δανείου πάντων οἱ δεδανεισμένοιδεδανισμένοι· ἡ δὲ πρᾶξις ἔστω Ἀπολλωνίαι ἐξ ἀμφοτέρων τῶν δεδανεισμένωνδεδανισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂνἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθά περ ἐγ δίκης. Ἄρειος ὁ παρὰ Σαραπίωνος κεχρημάτικα. ἀπόδοσις ἐν τῷ λθ ἔτει ἔτους λθ Χοίαχ ιβ δάνειον Ἀπολλωνίας πρὸς Ψεννῆσιν πυρῶν ἀρτάβας λε καὶ Τίσριν γυναῖκα αὐτοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.