no image
DDbDP-text
Greek loan of money via HGV-meta
Linked by Trismegistos ID
TM 257.
Each record below describes this same ancient text from a different angle.
Ἔτους μδ Φαῶφι ιε, ἐν Παθύρει ἐπʼ Ἀσκληπιάδου ἀγορανόμου· ἐδάνεισεν ἈπολλωνίαἈπολλωνίαι Πτολεμαίου ΚυρηναίαΚυρηναίαι, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Δρύτωνος τοῦ Παμφίλου Κρητὸς τῶν τοῦ ἐπι τάγματος ἱππάρχουἱππαρχης ἐπʼ ἀνδρῶν καὶ διαδόχων, Σόλωνι τῶι καὶ Σλήει Ὣρου καὶ Ἁρμάει Ὣρου Πέρσαις τῆς ἐπιγονῆς καὶ Τεβῶτι Φαγήριος Περσίνηι μετὰ κυρίου τοῦ προ γεγραμμένου Σλήιος υἱοῦ αὐτῆς χαλκοῦ ταλαντον τάλαντον ἓν δραχμὰς τετρακισχιλίας ἄτοκα εἰς μῆνας πέν τε ἀπὸ Φαῶφι ἕως Μεχεὶρ λ τοῦ μδ ἔτους· τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Ἀπολλωνίαι ἐν μηνὶ Μεχειρ λ· ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῶι ὡρισμένωι χρόνωι, ἀποτεισάτωσαν παραχρῆμα ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον· ἔγγυοι ἀλλήλων εἰς ἔκτεισιν τῶν διὰ τοῦ δανείου γεγραμμένων πάντων αὐτοὶ οἱ δεδανεισμένοι· ἡ δὲ πρᾶξις ἔστω Ἀπολλωνίαι ἐκ τῶν δεδα νεισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐγ δίκης. Ἄρειος ὁ παρʼ Ἀσκληπιάδου κεχρημάτικα. Δάνειον Ἀπολλωνίας πρὸς Σλῆιν καὶ ἄλλους χαλκοῦ τάλαντον α ΔSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.