no image
DDbDP-text
Pétition à deux basilikogrammates via HGV-meta
Linked by Trismegistos ID
TM 3095.
Each record below describes this same ancient text from a different angle.
Ὀννῶφρις καὶ Πβῖχις Ἀγαθονίκωι καὶ Ἐπιμάχωι χαίρειν. τοῦ παρὰ Διονυσίου τοῦ Κεφαλᾶ τῶν ἐκ κώμης Τήνεως τοῦ Μωχίτου βασιλικῶν γεωργῶν ὑπομνήματος ἀντίγραφον ὑπόκειται. ἐπεὶ οὖν ὁ κράτιστος καιρὸς ἐνέστηκεν κατασπείρειν, μὴ παραλαμβάνετε ἀλλʼ ἀπερίσπαστον ἐᾶτε αὐτὸν ἀκολούθως τοῖς περὶ τούτων προστεταγμένοις μέχρι ἂν ἀπὸ τοῦ σπόρου γένηται. ἔρρωσθε. ἔτους ι Θῶυθ κε. Ὀννώφρει καὶ Πβίχει βασιλικοῖς γραμματεῦσι παρὰ Διονυσίου τοῦ Κεφαλᾶ βασιλικοῦ γεωργοῦ τῶν ἐκ κώμης Τήνεως τῆς καὶ Ἀκώρεως τοῦ Μωχίτου. διὰ τὰς ἐπὶ τοῦ πράγματος ὑποδειχθησομένας αἰτίας γραψαμένου ἐμοῦ τε καὶ τῆς μητρός μου Σεναβολλοῦτος Ἀδμήτωι τῶι καὶκὰ Χεσθώτηι τῶν ἐκ τῆς αὐτῆς κώμης συνγραφὴν δανείου διὰ τοῦ μνημονείου πυροῦ ἀρταβῶν ρν ἐν τῶι θ ἔτει, οὐ μόνον δέ, ἀλλὰ καὶ ἐθέμην αὐτῶι ἐν πίστει καθʼ ὧν ἔχω ψιλῶν τόπων συνγραφὴν ὑποθήκης· ὁ ἐνκαλούμενος ἐνκρατὴς γενόμενος τῶν συναλλάξεων οὐθὲν τῶν διασταθέντων μοι πρὸς αὐτὸν ἐπὶ τέλος ἤγαγεν, ὧν χάριν οὐκ ὀλίγα μοι βλάβη διʼ αὐτὸν παρηκολούθησεν· καὶ νῦν δὲ ἐπʼ ἀδίκου στάσεως ἱστάμενος, συνορῶν με περὶ τὴν κατασπορὰν ἧς γεωργῶι γῆς κατασχολούμενον, καταδρομάς μου ποιούμενος οὐκ ἐᾷ με πρὸς τῆι γεωργίαι γίνεσθαι παρὰ τὰ περὶ ἡμῶν τῶν γεωργῶν διὰ πλειόνων προστετα γμένα· ὅθεν τῆς γῆς ἐκφυγεῖν κινδυνευούσης ἠνάγκασμαι, ἐπὶ τοῦ παρόντος οὐ δυνάμενος πρὸς αὐτὸν περὶ τῶν συναλλαγμάτων διαδικεῖν, τὴν ἐπὶ ὑμᾶςσε καταφυγὴν ποιήσασθαιποιήσεσθαι. ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι γράψαι Ἀγαθονίκωι καὶ Ἐπιμάχωι τοῖς τῶν ξενικῶν πράκτορσι, ἐὰν ὁ ἐνκαλούμενος ἐπιχειρῇ κατεγγυᾶν με αὐτοῖς, μὴ παραλαμβάνειν με μέχρι τοῦ ἀπὸ τῆς κατασπορᾶς γενόμενόν με συστήσασθαι πρὸς αὐτὸν τὸν περὶ ἁπάντων λόγον· τούτου δὲ γενομένου οὐθὲν τῶν τῶι βασιλεῖ χρησίμων διαπεσεῖται, ἐγώ τʼ ἔσομαι ἀντειλημμένος. εὐτυχεῖτε. Ἀγαθονίκωι Ἐπιμάχωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.