no image
DDbDP-text
Nomarch’s Receipt for Wine from the Government Wine Cellar via HGV-meta
Linked by Trismegistos ID
TM 1771.
Each record below describes this same ancient text from a different angle.
ἔτους λϛ Παῦνι ια. ὁμολογεῖ Ἐτέαρχος Κλέωνος Ἑλενεῖος ἔχειν παρʼ Ἀνόσιτος κωμογραμματέως ἐκ τῆς περὶ Φιλαδέλφειαν Ἀπολλωνίου δωρεᾶς κατὰ τὴν παρʼ Ἀριστάνδρου τοῦ οἰκονόμου ἐντολὴν ὥστε τοῖς ἐν Βακχιάδι καὶ Ἡφαιστιάδι καπήλοις καθʼ ἃ συνέθετο πρὸς Ἀρίστανδρον τὸν οἰκονόμον τοῦ Ἀρσινοίτου τιμῆς τὸν ἑξάχουν μετρητὴν Ἀρσινοικὸν τοῦ γλεύκους πρὸς ἀργύριον δραχμῶν ϛ οἴνου μετρητὰς μ καὶ ὥστε τοῖς ὑφʼ αὑτοῦ φυλακίταις ἀπὸ τῆς ἕκτης τῆς γινομένης τῆι Φιλαδέλφωι εἰς τὸ ὀψώνιον ὡσαύτως οἴνου μετρητὰς οε τοὺς πάντας οἴνου μετρητὰς ρε ριε. ὁμολογεῖ Ἐτέαρχος ἔχειν κατὰ τὸ σύμβολον καὶ ὑποκεχειρογραφηκέναι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.