no image
DDbDP-text
Getreidedarlehn via HGV-meta
Linked by Trismegistos ID
TM 2671.
Each record below describes this same ancient text from a different angle.
σιτικῶν βασιλευόντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ καὶ Βερε νίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαί ου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανη φόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ἀρτεμισίου ἑκκαιδεκάτηι ἐνἐμ Σέφθαι τοῦ Ὀξυρυγχίτου ἐδάνεισεν Ἀμύντας Μενεδήμου Κυρηναῖος τῆς ἐπι γονῆς Καλλίππωι Κυρηναίωι τῶν Φίλωνος ἰδιώτηι ὀλυρῶν ἀρτάβας ὀγδοήκοντα τνδετον τὰς ὀγδοήκοντα ἀρτάβας τῶν ὀλυρῶν ἀποδότω Κάλλιπ πος Ἀμύνται ἐνἐμ μηνὶ Περιτίωι τοῦ ὀγδόου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον ἀπὸ πάντων μέτρωι χόϊ τῶι μετρήσει δικαίαι καὶ καταστησάτω τὸν σῖτον εἰς Σέφθα οὗ ἂν Ἀμύντας συντάσσηι ἰδίοις ἀνηλώμασιν· ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτεισάτω Κάλλιπ πος Ἀμύνται τιμὴν ἑκάστης ἀρτάβης τῶν ὀλυρῶν ἀργυρίου δραχμὰς , καὶ ἡ πρᾶξις ἔστω Ἀμύνται καὶ ἄλλωι περὶ αὐτοῦ ἐκ τοῦ Καλλίππου κατὰ τὸ διαγραμ μα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Δράκων Θρᾶιξ οἱ δύο τῶν Φίλωνος ἰδιῶται Ὀ Ἀσκληπιάδου Μιλήσιος Βακχίος Χρυσίππου της Ἀπολλόδωρος ους Μεγαρεὺς Τοχλᾶς Ξενάρχου Καρδ οἱ πέντε τῆς ἐπιγονῆςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.