no image
DDbDP-text
Quittung für bezahlte Pacht via HGV-meta
Linked by Trismegistos ID
TM 15564.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλία Χαρίτη Ἀμαζονίου ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης εἰδυῖαεἰδυεῖα γράμματα χωρὶς κυρίου χρηματίζουσα δικαίῳ τέκνων Φλαουίῳ Δωρατιανῷ ἱππεῖἱππῖ Μαύρων σκουταρίων τῶν ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει διακειμένων ὑπὸ Ἀλμεσιανὸν πραιπόσιτον χαίρειν. ἀπέσχον παρὰ σοῦ τὴν κατʼ ἐμὲἒ ἡμίσειανἡμισαν τῆς σπορᾶς ὧν ἐγεώργησάς μου ἀρουρῶν δέκα ἐφʼἐπι ἡμισείᾳἡμισίᾳ ἀντὶ τῶν φόρων περὶ μὲν Ἄμμω νος ἀρουρῶν τριῶν , ἐν δὲ τῷ ἕλει ἐπὶ τῆς Νεκρικῆς διώρυγος ἀρουρῶν ἑπτὰ γενήματος τῆς εὐτυχοῦς ζ ἰνδικτίονος ἐκ πλή ρους, τῶν δημοσίων παντοίων τελεσμάτων ὄντων πρὸς ἐμὲ τὴν γεοῦχον. ἡ ἀποχὴ κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ὑπατείας Φλαυίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαυίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου ἱππέων Παῦνι β. Αὐρηλία Χαρίτη πεπλή ρωμαι ὡς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.