no image
DDbDP-text
Memorandum to Zenon from Pyrrhos via HGV-meta
Linked by Trismegistos ID
TM 1145.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ζήνωνι παρὰ Πύρρου. γίνωσκε ἐξ οὗ Ἕρμων καταπέπλευκε μὴ εἰληφότα με μή τό τε ὀψώνιον καὶ σιτομετρίαν καὶ τὸ ἔλαιον ἕως τοῦ νῦν· ἀλλὰ καὶ καταπλέοντός μου πρὸς σὲ καὶ οὐκ ἔχον τος ἐφόδιον, ἡ μήτηρ ἔθηκεν ἱμάτιον ἐνέχυ ρον πρὸς δραχμὴν α τριώβολον, ἐμοῦ δὲ καταδεηθέντος Ἰάσο νος μόγις μοι ἔδωκεν ἐν Κερκῆι δραχμὰς ιβ. καλῶς οὖν ποιήσεις τούτου τε ἐάν τοῦ χρόνου ἐάν σοι φαίνηται ἀποδοθῆ ναί μοι καὶ εἰς τὸ λοιπὸν γράψον καὶ περὶ ὅπως εὐτα κτῆται καὶ περὶ τοῦ ἱματισμοῦ ἵνα λάβω. ἡμεῖς δὲ ἀνεγ κλήτους ἡμᾶς κατὰ πᾶνπᾶμ μέρος παρεξόμεθα. ὁμοίως δὲ καὶ περὶ τῆς μητρός, ἐάν σοι φαίνηται, φρόντισον· ὀφείλεται δʼ αὐτοῦ τεσσαρεσκαιδεκαμήνου ὀψώνιον. καὶ Ἰάσονι γράψαι δοῦναι μοι ἡμῖν τὸ Ἀπολλοδώρου τοῦ ἐπὶ τοῦ σιδήρου γενομένου οἰκη μάτιον, εἴ σοι δοκεῖ, καὶ δοκία ε ἑπταπήχη. εὐτύχει. ΠύρρουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.