no image
DDbDP-text
Memorandum to Zenon from Pathiophis via HGV-meta
Linked by Trismegistos ID
TM 1120.
Each record below describes this same ancient text from a different angle.
ὑπόμνημα Ζήνωνι παρὰ Παθιώφιος. ἐνεύχο μαί σοι τὴν Ἀπολλωνίου σωτηρίαν, καθάπερ μοι ἐπηγγείλω, ἀφεῖναιἀφεις τὴν γυναῖκά μου, ὅπως μὴ συμβῆι αὐτῆι παραπολέσθαι ἐν τῶι δεσμωτηρίωι ἀθύμως διακειμένηι ἐπὶ τοῖς παιδίοις ἐγώ τε δύνωμαι πρὸς τῆι ἐργασίαι γίνεσθαι. εἰς δὲ τὸ λοιπόν, ἐάν τι ἡμᾶς λάβηις τοιοῦτό τι διαπραττομένους, οὐ παραιτού μεθα, ἀλλὰ χρῆσαι ἡμῖν ὡς βούλει. ὥσπερ οὖν διατελεῖς πάντας σῴζωνσώιζων καὶ οὐθεὶς διὰ σοῦ οὐθὲν πέποσχεν ἄτο πον, καὶ ἐμὲ δεόμενόν σου ἐλέησον. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.