no image
DDbDP-text
Letter from Thrasymedes to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 868.
Each record below describes this same ancient text from a different angle.
Θρασυμήδης Ζήνωνι χαίρειν. καθὰ ἔγραψας ἡμῖν περὶ τοῦ σησάμου τῶν ρ ἀρταβῶν ὧν ἐμέτρησας ἐν τῶι λα ἔτει τοῦ Μ, παραγενομένου Ἐτεάρχου τοῦ Φαῶφι ζ, ἐγράψαμεν τὸ σύμβολον πρὸς Πύθωνα, ὡσαύτως δὲ καὶ τῆς κνήκου τῶν ρε ἀρταβῶν ὧν ἐμέτρησας ἐν τῶι λβ ἔτους τοῦ Ἐπεὶφ ι. περὶ δὲ τῆς μήκωνος, ἐὰν ἀνενεχθῆι ἡμῖν τὸ μέτρημα, γράψομεν πρὸς Φιλίσκον, ἅμα δὲ καὶ τοῦ σησάμου τῶν τ ἀρταβῶν, ἐὰν σὺ γράψηις ἢ συντάξηις ἡμῖν, ὅπως καὶ εἰς τὸ ἐλαιούργιον καταχρησθῆι τὸ σήσαμον. ἔρρωσο. ἔτους λβ, Φαῶφι κϛ. ἔτους λβ, Φαῶφι. Θρασυμήδης πε Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.