no image
DDbDP-text
Letter from Platon to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 862.
Each record below describes this same ancient text from a different angle.
Πλάτων Ζήνωνι χαίρειν. εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ ἄλλατἆλλα περὶ σὲ κατὰ γνώμην ἐστίν, ἔχοι ἂν εὖ· καὶ ἐγὼ δὲ ὑγίαινον. ἐπειδὴ συμβέβηκεν ἡμῖν ἐν Ἀλεξανδρείαι προσδιατρίβειν τινὰ χρόνον, βουλόμεθα τὸ σιτάριον ἡμῶν καταγαγόντες εἰς Μέμφιν διαθέσθαι. χαρίζοιʼ ἂνἀ οὖν ἡμῖν τό τε πλοιάριον χρήσας τὸ ια καὶ περὶ τῶν ἄλλων φροντίσας ὅπως ὅτι λυσιτελέστατα διοικηθῆι. σὺ δὲ καί τινι ἔντειλαι τῶν παρὰ σαυτοῦ συνεπιμεληθῆναι ὅπως ἱερεῖονἱερε͂ον ἡμῖν εἰς τὴν ἑορτὴν ληφθῆι. ἔρρωσο. ἔτους λβ, Μεσορεὶ ι. Πλάτων. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.