no image
DDbDP-text
Letter from Kleon (?) to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 809.
Each record below describes this same ancient text from a different angle.
Κλέων Ζήνωνι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ὑγιαίνεις· ἐρρώμεθα δὲ καὶ ἡμεῖς. μέλλων τινὰ μεταπέμπεσθαι ἱερεῖα υἱκὰ προσήγγειλα Δάμιδι, διὰ τὸ αὐτὸς νυκτὸς μέλλειν ἐξοδεύειν καὶ μὴ ἔχειν τοσούτους ὥστε καὶ πρὸς σέ τινα ἀποστεῖλαι, ἵνα Δᾶμις γράψηι πρὸς σὲ εἰ προσαγοράσηι σοί· ὁ δὲ εἶπεν ὑπομενεῖν τέ με ἕως ἂν παραγένωμαι καὶ ἀγορᾶν τὰ ἱερεῖα σοί τε καὶ αὑτῶι κοινῆι. ἀνακάμψας οὖν προσέβαλον αὐτῶι τοῦ εὑρίσκοντος ἀνὰ δραχμὰς δ ἡμιωβέλιον ἱερεῖα νθ. γέγραφα οὖν σοι ἵνα παρακολουθῆις. ἔρρωσο. ἔτους λ, Ἁθὺρ κβ. ἔτους λ, Δίου κγ, Ἁθὺρ κγ. Κλέων ἱερείων. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.