no image
DDbDP-text
Letter from Toubias to Apollonios via HGV-meta
Linked by Trismegistos ID
TM 730.
Each record below describes this same ancient text from a different angle.
Τουβίας Ἀπολλωνίωι χαίρειν. καθάπερ μοι ἔγραψας ἀποστεῖλαι μηνί, ἀπέσταλκα τοῦ Ξανδικοῦ τῆι δεκάτηι ἄγοντα Αἰνέαν τὸν παρʼ ἡμῶν ἵππους δύο, κύνας ἕξ, ἡμιονάγριον ἐξ ὄνου ἕν, ὑποζύγια Ἀραβικὰ λευκὰ δύο, πώλους ἐξ ἡμιοναγρίου δύο, πῶλον ἐξ ὀναγρίου ἕνα· ταῦτα δʼ ἐστὶν τιθασά. ἀπέσταλκα δέ σοι καὶ τὴν ἐπιστολὴν τὴν γραφεῖσαν παρʼ ἡμῶν ὑπὲρ τῶν ξενίων τῶι βασιλεῖ, ὁμοίως δὲ καὶ τὰ ἀντίγραφατἀντίγραφα αὐτῆς ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κθ, Ξανδικοῦ ι. βασιλεῖ Πτολεμαίωι χαίρειν Τουβίας. ἀπέσταλκά σοι ἵππους δύο, κύνας ἕξ, ἡμιονάγριον ἐξ ὄνου ἕν, ὑποζύγια Ἀραβικὰ λευκὰ δύο, πώλους ἐξ ἡμιοναγρίου δύο, πῶλον ἐξ ὀναγρίου ἕνα. εὐτύχει. Τουβίας τῶν ἀπεσταλμένων τῶι βασιλεῖ καὶ τῆς πρὸς τὸν βασιλέα ἐπιστολῆς τὸ ἀντίγραφον. ἔτους κθ, Ἀρτεμισίου ιϛ, ἐν Ἀλεξανδρείαι Ἀπολλωνίωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.