no image
DDbDP-text
Letter from Lykourgos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 729.
Each record below describes this same ancient text from a different angle.
Λυκοῦργος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· καὶ ἐγὼκἀγὼ δὲ ὑγίαινον. ἐγράψαμέν σοι καὶ πρότερον περὶ τῶν ἀργυρωματίων, ὅπως ἂν κομισάμενος τὸ κερμάτιον παρʼ Ἀγαθοκλέους ἀποδῶις αὐτῶι. εἰ μὲν οὖν ἐποίησας αὐτό, καλῶς ἂν ἔχοι· εἰ δὲ μή, ἀπόδος Ἑρμίαι τῶι ἀποδιδόν τι σοι τὴν ἐπιστολήν, ἵνα κομίσηται παρʼ αὐτοῦ τὸ κερμάτιον. ἔρρωσο. Λυκοῦργος περὶ ἀργυρωματίων, ἵνα δοθῆι Ἑρμίαι. ἔτους κθ, Ἀρτεμισίου ιϛ, ἐν Ἀλεξανδρείαι. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.