no image
DDbDP-text
Fragments d’un contrat de mariage via HGV-meta
Linked by Trismegistos ID
TM 36551.
Each record below describes this same ancient text from a different angle.
ὥστε αὐτὸν μὲν τὸν θαυμασιώτατον Ἀκυλλῖνον πραγματευτὴν προσενεγκεῖν αὐτῇ ἀντὶ τῶν παραχωρηθέντων παρʼ αὐτῆς τῷ αὐτῆς ἀνδρὶ νομίσματα εἴκοσι τέσσαρα εὔσταθμα, Εὐπρεπεία δὲ ἐξακολουθῆσαι τῷ σκοπῷ τοῦ προ γεγραμμένου Ἀκυλλίνου, καὶ ἐν μηδενὶ παρακοῦσαι αὐτοῦ, ἀλλὰ καὶ ἀκολουθῆσαι αὐτῷ ὅπου δʼ ἂν βουληθείη ἐν ταύτῃ τῇ ἐπαρχείᾳ καὶ ἐν Ἀλεξανδρείᾳ ἀναλωμάτων χρυσοῦ νομίσματα εἴκοσι τέσσαρα εὔσταθμα, θάλψαι δὲ αὐτὴν ἐν ἅπασι καὶ συγκροτῆσαι καὶ μὴ ἐᾶσαι αὐτὴν δεηθῆναί τινος. εἰ δὲ ὡς εἰκὸς δόξῃ αὐτῷ ταύτην ἀποβάλλεσθαι δίχα οἵας δήποτε αἰτίας εὐλόγουα παρέξειν αὐτῇ προστίμου λόγῳ χρυσοῦ λίτρας τρεῖς ἀνθομολογεῖ δὲ καὶ ἡ προγεγραμμένη Εὐπρέπεια συνοικεῖν τῷ προγεγραμμένῳ θαυμασιωτάτῳ Ἀκυλλίνῳ ἀκαταγνώστως, καὶ ὑπακούειν αὐτοῦ ἐν ἅπασι, ἀκολουθῆσαι δὲ αὐτῷ ὅπου δʼ ἂν βουληθείη ἐν ταύτῃ τῇ ἐπαρχίᾳ καὶ μέχρι Ἀλεξανδρείας καὶ μόνης, καὶ μηδὲν παρὰ τὸ πρέπον διαπράξασθαι ἔτι ὁμολογεῖ Ἀκυλλῖνος ὁ θαυμασιώτατος ἔχειν Βίκτορα τὸν τεχθέντα παρὰ τῆς προ γεγραμμένης Εὐπρεπείας ἀπὸ τοῦ γενομένου αὐτῆς ἀνδρὸς, οὐ μὴν ἀλλὰ καὶ ἀναλημφθεῖσαν παρʼ αὐτῆς καὶ τοὺς ὡς εἰκὸς τεχθησομένους ἀπʼ αὐτοῦ θάλπειν καὶ ἀποτρέφειν ὡς εἰκὸς τεχθησομένους χρυσίου λίτραν μίαν . καὶ ὅτι ταῦτα φυλάξαι οἱ ἀφʼ ἑκατέρου μέρους ἐπωμόσαντο τόν τε παντοκράτωρα Θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τοῦ καλλινίκουκαλλινκου δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου αὐγούστου αὐτοκράτορος, καὶ μετὰ τὸν ὅρκον αὖθις ὁμολογῶν τῇ δυνάμει ταύτης τῆς γαμικῆςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.