no image
DDbDP-text
Quittance via HGV-meta
Linked by Trismegistos ID
TM 19003.
Each record below describes this same ancient text from a different angle.
Φλαύιος Κῦρος διʼ ἐμοῦ Στεφάνου μειζοτέρου τῷ θαυμασιωτάτῳ Ἀβρααμίῳ βοηθῷ κώμης Ἀφροδίτης χαίρειν. ἐδεξάμην παρὰ σοῦ ἀπὸ τῶν χρεωστουμένων ὑπὲρ λοιπάδος τῶν δημοσίων τῆς αὐτῆς κώμης, κανόνος τῆς τεσσαρεσκαιδεκάτης ἰνδικτίονος, χρυσοῦ νομισμάτια τέσσερα εὔσταθμα δημοσίῳ ζυγῷ· γίνεται χρυσοῦ νομισμάτια δ εὔσταθμα ζυγῷ, ταῦτα τακτὰ βαλεῖν μοι διὰ τοῦ κυρίου Ἀπολλῶτος. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ ἐντάγιον ὡς πρόκειται. ὁ προκείμενος γεοῦχοςτετυχὼςτετυχὸς διʼ ἐμοῦ Στεφάνου στοιχεῖ μοι τοῦτο τὸ ἐντάγιον ὡς πρόκειται. Αὐρήλιος Ἀβραάμιος Δίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.