no image
DDbDP-text
Brief der Eudaimonis an ihre Tochter Aline via HGV-meta
Linked by Trismegistos ID
TM 19648.
Each record below describes this same ancient text from a different angle.
Εὐδαιμονὶς Ἀλίνηι τῆι θυγατρὶ χαίρειν. εὔχομαί σε πρὸ πάντων εὐ καίρως ἀποθέσθαι τὸ βάρος καὶ λαβεῖν φάσιν ἐπὶ ἄρρε νος. τῆι κθ ἀνέπλευσας καὶ τῆι ἑξῆς κατέσπακα. μόγις ἔλαβον ἀπὸ τοῦ βαφέωςβαφέος τῆι ι τοῦ Ἐπείφ. συνεργάζομαι δὲ ταῖς παιδίσκαις σου κατὰ τὸ δυνατόν. οὐχ εὑρίσκω τὰς δυναμένας συνεργάζεσ θαι ἡμῖν, ἅπασαι γὰρ ταῖς ἰδί αις κυρίαις ἐργάζονται. περι ώδευσαν γὰρ οἱ ἡμῶν ὅλην τὴν πόλιν προσσπεύδοντεςπροσπεύδοντες πλέον μισθόν. ἡ ἀδελφή σου Σουεροῦς ἀπέθετο τὸ βάρος. ἔγραψέ μοι Τεεῦς εὐχαριστοῦ σα ὑμῖν, ὥστε, κυρία, ἔγνων ὅτι αἱ ἐντολαί μου μενοῦσι. πάντας γὰρ τοὺς αὑτῆς κατα λείψασα συνεξώρμησέ σοι. ἀσπάζεταί σε ἡ μικρὰμεικρὰ καὶ προσ καρτερεῖπροσκαρτεῖ τοῖς μαθήμασι. ἴσθι δὲ ὅτι οὐ μέλλω θεῶι σχολάζειν, εἰ μὴ πρότερον ἀπαρτίσω τὸν υἱόν μου. εἰς τί μοι ἔπεμψας τὰς κ δραχμὰς, ὅτε οὐκ εὐκαιρῶ; ἤδη πρὸ ὀφθαλμῶν ἔχω, ὅτι γυμνὴ μενῶ τὸν χειμῶνα. ἔρρωσο. Ἐπεὶφ κβ. ἡ γυνὴ Εὐδήμου ἀκίνητόςἀκείνητός μου ἐστὶν καὶ χάριν ἔχω αὐτῆι. Ἀλίνηι θυγατρίSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.