no image
DDbDP-text
Contratto di vendita con due ἀπογραφαί via HGV-meta
Linked by Trismegistos ID
TM 10274.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος σεσημείωμαι ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιϛ Δείῳ καὶ Ἡρακλείδῃ καὶ Ὠριγένῃ καὶ Πτολεμαίῳ γεγυμνασιαρχηκόσι δοθεῖσι εἰς κληρονόμων βιβλιοθήκην ἐνκτήσεων Ἀρσινοίτου. παρὰ Ἄλυτος τῆς Βελλείους τοῦ Ὀρσείους ἀπὸ κώμης Τεβτύνεως μετὰ κυρίου τοῦ υἱοῦ Βελλείους ἀπάτορος. χωρὶς ὧν ἀπεγραψάμην τῇ προθεσμίᾳ προσαπογράφομαι καὶ ὃν ἠγόρασα τῇ ἐνεστώσῃ ἡμέρᾳ παρὰ Τεφορσάϊτος τῆς Παΰσιος τοῦ Παπνεβτύνιος ἀπὸ κώμης Τεβτύνεως, μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρακλείδου τοῦ Ἀκουσιλάου, ἀπογεγραμμένον τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀδελφικὸν ἑαυτῆς ἀπὸ τῆς κώμης ἀπογεγραμμένον διὰ τῶν προτέρων καὶ κατʼ ἄγνοιαν μὴ διεστρωμένον, ἐν κώμῃ Τεβτύνι τόπον ἐργαστήριον ἐριοραβδιστι κὸν καθαρὸν ἀπὸ ὀφειλῆς καὶ διενγυήματος, τιμῆςτειμῆς ἀργυρίου δραχμῶν διακοσίων διὰ τῇ προSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.