no image
DDbDP-text
Ἀνδρόμαχος Ἁρχήβει χαίρειν. τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο ἔτους δ Χοιὰχ β. Λεωνίδηι. τοῖς ἐκ τῆς Κάτω τοπαρχίας βασιλικοῖς γεωργοῖς μέτρησον συνεπιστέλλοντος Ἁρχήβιος τοῦ βασιλικοῦ γραμματέως εἰς δάνεια σπέρματα τοῦ εἰς τὸ δ ἔτος σπόρου ἀπὸ τῶν ἀντανῃρημένωνἀντανειρημένων διὰ τῶν προεπεσταλμένων εἰς τὸ συνεσταλμένον μόριον τῶν ὑπὸ τοῦ διοικητοῦ ἀρτάβας υ ? τὰς μεμετριασμένας διὰ τὴν περὶ αὐτοὺς ἀσθένειαν περὶ ὧν καὶ Τοθόην τὸν τοπογραμματέα πλεονάκι προσμεμαρτυρηκέναι πρότερον χειρογραφήσασι τὸν βασιλικὸν ὅρκον κατασπερεῖν πᾶσαν τὴν περὶ τὴν κώμην βασιλικὴν γῆν καὶ βασιλίσσης καὶ τῶν ἄλλων προσόδων καὶ μηδεμίαν ἐάσειν εἰς ἄσπορον καὶ παραδώσειν ταῦτα τε καὶ τἆλλα τὰ προεπεσταλμένα δάνεια καὶ τὰ ἐκφόρια ἐν τῶι Παχὼν καὶ Παυνὶ τοῦ τετάρτου ἔτους ἀνυπόλογον παντὸς ὑπολόγου ὄντες ἀλλήλων ἔγγυοι εἰς ἔκτισινἔκτεισιν τῆς ἀναδόσεως κατʼ ἄνδρα γινομένης διὰ τῆς τοῦ Τοθοέως καὶ τῶν ἄλλων τῶν εἰθισμένων γνώμης ὀλύρας ἀρτάβας τετρακοσίας γίνονται ὀλύρας ἀρτάβαι υ καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. τοῖς γραμματεῦσιν ἔτους δ Χοιὰχ β Ἡρακλεοδώρωι ἔτους δ Χοιὰχ β ἉρχήβειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.