no image
DDbDP-text
ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας ὀκτώ · δότω δʼ αὐτοῖς Εὔ πολις σπέρμα εἰς ἑκάστην ἄρουραν πυρῶν ἀρτάβην μίαν ἐπὶ τῆς χρείας· τὰ δὲ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότωσαν Ἀλέξανδρος καὶ Ὧρος Εὐπόλει ἐμ μηνὶ Δύστρωι τοῦ δεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῆι γῆι μέτρωι χοὶ τῶι Εὐπόλεως μετρή σει δικαίαι καὶ ἀπενεγκάτωσαν εἰς τὰ Εὐπόλεως ἰδίωι ἀναλώματι· ἐὰν δὲ μὴ ἀποδῶσι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω σαν Εὐπόλει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα · ἡ δὲ καλάμη ἔστω Εὐπόλεως, τὸ δὲ ἄχυρον ἀλοήσας Εὔπολις ἐχέτω καὶ ἡ πρᾶξις ἔστω Εὐπόλει παρὰ Ἀλεξάνδρου καὶ Ὥρου πράσ σοντι κατὰ τὸ διάγραμμα· κυριευέτω δὲ Εὔπολις τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται· βεβαιούτω δὲ Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι τὴν γῆν καὶ τοὺς κατασπαρέντας ἐν αὐτῆι καρποὺς καθʼ ἃ μεμί σθωκεν· ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Εὔπολις Ἀλεξάνδρωι καὶ Ὥρωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας , ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.