no image
DDbDP-text
Petition to a Centurion via HGV-meta
Linked by Trismegistos ID
TM 10110.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Ἀντωνείνῳ ἑκατοντάρχῳ παρὰ Στοτοήτιος Ἀγχώφεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βίαν πάσχων ἑκάστοτε ὑπὸ Ἑκύσεως ἐπικαλουμένου Εὐπορᾶ τινος ἀπὸ τῆς αὐτῆς κώμης ὅστις πολλὰ μὲν καὶ ἄλλα εἴς με διαπραξάμενος ἔτι καὶ τῇ συνγενίδισυνvestigesγενιδι μου ιστου πρὸς γάμον συνελ θὼν ἐν τοῖς κοινοῖς ἡμῶν ὑπάρχουσι παντοδαπῶς μου πλεονεκτεῖπλεονεκτῖ ἄνθρωπος αὐθάδηςἀσθενήσ. ἐπὶ τούτοις δὲ καὶ ἐν νωθρίᾳ μου γενομένου ἐξεβιάσατο ὥστε ἀσφάλειανἀσφάλιαν γραπτὴν αὐτῷ με ποιήσασ θαι, ἐπανγειλάμενος εἰ μὴ ποιῶ εἰς τὸ ζῆν μοι ἐπιχειρή σειν. τοιαύτης οὖν αὐθαδίας ἐν αὐτῷ οὔσης οὐ δυνάμενος ἐνκαρτερεῖν ἐπιδίδωμι καὶ ἀξιῶ ἀχθῆναι αὐτὸν εἰς τὸ δια κουσθῆναι. ἐπὶ γὰρ τῷτοῦ ῥητῷῥητοῦ καὶ ἕτερα τούτων μείζοναμίζονα ἀπο δείξω. διευτύχειδιετύχι. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ λ. διος αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.