Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.kellis.1.23

Petition to the Praeses Thebaidos via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 20288. Each record below describes this same ancient text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Φλαουίῳ Φαυστίνῳ τῷ διασημοτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίου Γενᾶ Οὐώνσιος κωμάρχου κώμης Κέλλεως τοῦ Μωθίτου νομοῦ. κώμαρχος κληρωθείς, κύριε, τῆς ἡμετέρας κώμης μετὰ τῶν ἄλλων λειτουργῶνλιτουργῶν ὑπὸ παρουσίᾳ τοῦ διαδόχου τοῦ ἐξάκτορος καὶ τῶν ἐν τέλει ἁπάντων κατὰ τὸ σύνηθες ἐποίησα τοὺς λειτουργοὺςλιτουργοὺς πάντας τὴν τύχην ἑαυτῶν τῇ στρατηγικῇ τάξει διδόναι κατὰ τὸ ἔθος καὶ ἕκαστος ἡμῶν καθεξῆς ἐκληρώθη εἰς λειτουργείαςλιτουργίας, μόνον δὲ Ταα τινα τὸ ὄνοματουνομα κληρωθέντα μεθʼ ἡμῶν την ὀψωνιαστὴν ὄντα Ἁρπο κρατίωνος ἄρξαντος μετῆλθον ὥστε καὶ αὐτὸν προσοκνεῖνπροσκαρτερειν τῇ δημοσίᾳ χρείᾳ μετὰ τῶν συλλειτουργῶν. ὁ δὲ θαρρῶν τῇ δυναστείᾳδυναστίᾳ τοῦ αὐτοῦ Ἁρποκρατίωνος πολλῇ οὔσῃ ἐπὶ τῶν τό πων ἥττον ἐφρόντισεν τῆς ἐμῆς μετριότητος. κατασχεθέντος δὲ ὑπʼ ἐμοῦ καὶ τοῦ κοινωνοῦ μου Γενᾶ τοῦ ἄλλου κωμάρχου ὁ προειρημένος Ἁρποκρατίων πολλῇ τυρρανίᾳ χρώμενος ἐπὶ τῶν τόπων συμμάχους τοῦς ἑαυτοῦ παρέβαλέν μοιμει μετὰ ῥοπάλων, οἵτινες ἐπῆλθόν μοι ὡς ἐν πολέμῳ μέσῳ πληγαῖς θανασίμοις συνκόψαντέςσυνκοψανταις με καὶ τὸν δημόσιον λειτουργὸνλιτουργὸν παρʼ ἡμῶν ἀπέσπασαν τόν τε ἀριστερὸν ὀφθαλμὸν ἔπληξαν καὶ τὰς πλευρὰς συνέκοψαν· ἔτι πρὸς θα νάτου ὦν ἐπὶ τήνδε τὴν τῶν λιβέλλων ἐπίδοσιν ἦλθον μὴ τι ἀνθρώπινόν τι παθῶ πρὸ τῆς ἐκδικίας καὶ ἀνεκδίκητός μου εἶναι ὁ φόνος. καὶ γὰρ Τιμόθεος ὁ τούτου παῖς ἑκάστοτε μεταχειρίζεται τῇ τυρρανίᾳ ἐντεθυμεῖται ποιειμενοςμενους τοὺς χοίρους ἡμῶν καὶ προῖκα κατασωτευόμενος αὐθαιρέτως δὲ καὶ τὰ οἰνάρια κλεπτ φόνου τὸν χοῖρον τοῦ ἀδελφοῦ μου ὑφειλάμενος ὡς καὶ ἐλεγ χθεὶς ὑπὸ Ψάιτος Πατεμίνιος καὶ Ψεκῆτος Ψεννούφιος· καὶ πάντα καὶ ταῦτα οὐκ ἠρκέσθη αὐτῷ, ἡ τοῦ χοίρου ευηλια, ἀλλὰ αὐτὸν τὸν ἄθλιόν μου ἀδελφὸν ἐξέδυσεν τῆς ἐσθῆτος δημοσίᾳ καὶ ἐφυγάδευσενἐφυγάτευσεν αὐτὸν εἰς Αἴγυπτον ὡς ωσδε καὶ ὑπερπήδησας εἰς τὴν οἰκίαν μου νυκτὸς ὑφεῖλεν τὰ οἰνάρια ἅπερ ἀπὸ τῆς ἑαυτοῦ οἰκίας δημοσίᾳ ἐξήνεγκα, πρὸς δὲ σκέπασιν καὶ ἔλεγχον τῆς κατʼ ἐμοῦ γενομέ νης ὕβρεως ὑποβάλλω Πεβῶν Τιθοῆτος Χηυου τὸνο νῦν ἔχονταἔχων τὰτας ῥόπαλαῥοπαλους ἐπὶ τῆς οἰκίας αὐτοῦ, ἃς ἀπέλαβεναπελαβον παρὰ τῶν συμμάχων ὧν τὰ ὀνόματα Τρόδα, Ψενπνούθης, Πορφύριος, Θεότιμος, Λέων, Σαπς, Κόραξ, Παχοῦμις ιτος Λαβουατου· μάρτυς δὲ τῆς ἐφόδου Ὡρίων Τιθοῆτος Χηου, μάρτυρες δὲ θυγάτηρ Γενᾶ Πακύσιος, Σαραπόδωρος Ἔρωτος· ὅθεν ταῦ τα τὰ ἔγγραφα ἐπιδίδωμι Ἑρμογένει τῷ διαδόχῳ τοῦ ἐξάκτορος ἀξιῶν καὶ ἐξορκίζων αὐτὸν κατὰ τὴν θείαν καὶ οὐρανίον τύχην τῶν πάντα νικῶντων δεσποτῶν ἡμῶν Αὐγούστου3αγούστου τε καὶ Καίσαρος ἀνενεγκεῖν ἐπὶ τὴν ὄψιν τοῦ ἐμοῦ κυρίου πρὸς ἣν ἤδη καταφεύξομαι ἐκδικίαν αἰτησόμενος ὧν κα κῶν πέπονθα, τούτων δὲ ἀντίγραφον ἐπιδέδωκα Ἀμμωνίῳ τῷ στατιωναρίῳστατιωναρείῳ τῆς χώρας. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου ΑὐγούστουἈγούστου τὸ ϛ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρήλιος Γενᾶ Οὐώνσιος κώμαρχοςκωμαρχου ὁ προκείμενος δημοσίᾳ προὔθηκα.

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.