no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 37511.
Each record below describes this same ancient text from a different angle.
διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προ σπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν διὰ σοῦ τοῦ διοριζ ἀνδρὶ τν ρ θαυμασιωτάτου Κυριακοῦ προνοητοῦτηστ Αὐρήλιος Ἀνοὺπ υἱὸς Πετρωνίου μητρὸς Μαξίμας φροντιστὴς κηπουρὸς ἀπὸ ἐποικίου Νήσου Λαχανίας πέραν τῆς Ὀξυρυγχίτων πόλεως κτήματος τῆς ὑμῶν ὑπερφυείας ἐναπόγραφος αὐτῆς χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς ὑμῶν ὑπερφυείας ἐντεῦθεν ἤδη λόγῳ προχρείας τοῦ ὑπʼ ἐμὲ κηπίου τῆς ὑμῶν ὑπερφυείας χρυσοῦ νομίσ ματα δύο ἰδιωτικῷ ζυγῷ παρὰ κεράτια ὀκτὼ δοθέντα μοι διὰ τοῦ αὐτοῦ θαυμασιωτάτουθαυμασιοτάτου Κυριακοῦ προνοητοῦ, γίνονται χρυσοῦ νομισματα β παρὰ κεράτια η ἰδιωτικῷ ζυγῷ, ἅπερ ἀκίν δυνα ὄντα ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσω τῇ ὑμῶν ὑπερφυείᾳὑπερφυειαν ἢ καὶ τῷ κυρίως ὑπὲρ αὐτῆς τὴν μεθοδίαν κατʼ ἐμοῦ ποιουμένῳ ὁπήνικαὁπίνικα ἂν ἀπολαβεῖν βουληθείη ἀνυπερθέτως ἄνευ πάσης ἀντιλογίας κινδύνῳ τῶν ἐμοὶ ὑπαρχόντων πάντων. κύριον τὸ γραμματεῖον τῆς προχρείας ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνοὺπ φροντιστὴς υἱὸς Πετρωνίου ὁ προγεγραμμένος ἔσχον λόγῳ προχρείας τὰ τοῦ χρυσοῦ νομισμάτια δύο παρὰ κεράτια ὀκτὼ ἰδιωτικῷ ζυγῷ κεφαλαίου καὶ ἀποδώσω ὁπόταν βουληθείητε καὶ συμφωνεῖσυμφωνῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Σερῆνος υἱὸς τοῦ μακαρίου Πτολεμίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Anoup eethe.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.