no image
DDbDP-text
Contract of a Millstone-cutter via HGV-meta
Linked by Trismegistos ID
TM 15364.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιζ, τοῖς τὸ δ μετὰ τὴν ὑπατείανὑπατίαν Φλαουΐου Βασιλίου τοῦ λαμπροτάτου Μεχεὶρ ιβ, ἰνδικτίωνος ζ. Φλαουΐῳ Ἀπίωνι τῷ ὑπερφυεστάτῳ ὑπάτῳ ὀρδιναρίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ ὑπερφυεστάτῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Σερῆνος μυλοκόπος τὴν τέχνην υἱὸς Ἠλίου ὁρμώμενος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἑτοίμως ἔχεινἐχω ἐργάσασθαι ἀπὸ ἐπὶ τὸν τῆς ζωῆς μου χρόνον εἰς πάντας τοὺς μυλαίους στροβίλουςστροβίλλους τε καὶ καλάθους τοὺς ὄντας ἐν ἑκάστῳ τόπῳ τῆς ὑμετέρας οὐσίας ἐν τῷτε͂ͅ κριβανείῳ τε καὶ πᾶσιν τοῖς κτήμασιν καὶ ἐν ἐλαιουργίοις τῆς ὑμετέρας ὑπερφυείας ἀόκνως καὶ ἀκαταγνώστως εἰς τὸ μηδεμίαν μέμψιν ἢ ἀμέλειαν ἢ κατάγνωσιν ἢ ῥαθυμίανῥαθυμία τινὰ περὶ ἐμὲ γενέσθαι δίχα ἀρρωστίας καὶ πόνου τινὸς δέξασθαί με παρὰ τῆς ὑμετέρας ὑπερφυείας ὑπὲρ ἑκάστου στροβίλουστροβίλλου νέου καὶ καλάθου νέου χρυσοῦ νομισμάτια δύο ἥμισυ ἰδιωτικῷ ζυγῷ νομιτευόμενα, ἐμοῦ λαμβάνοντος τοὺς παλαιοὺς λίθους, καὶ μη ἀποστῆναι ἀπὸ τῆς ὑμετέρας χρείας ἢ ἀπὸ τῶν ὀφειλόντων γενέσθαι ἔργων. εἰ δὲ τοῦτο ποιήσω, ἐπὶ τῷ με δοῦναι τῇ ὑμετέρᾳ ὑπερφυείᾳ λόγῳ προστίμου χρυσοῦ νομισμάτια εἴκοσι τέσσαρα. εἰ δὲ ἡ ὑμετέρα ὑπερφυεία διὰ τῶν αὐτῆς διοικητῶν ἐκβάλῃ με ἐκτὸς καταγνώσεως ἢ ῥαθυμίας ἢῥαθυμία οἱασδήποτε αἰτίας, ὑποκεῖσθαι καὶ αὐτῇ τῷ ἴσῳ προστίμῳ. ὑποθέμενος εἰς τὸ δίκαιον τούτου τοῦ συναλλάγματος ἅπαντά μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα ὅσα τε νῦν ἔχω καὶ ὅσα ἄλλα μετὰ ταῦτα ἐπικτήσομαι ἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σερῆνος, μυλοκόπος τὴν τέχνην, υἱὸς Ἠλίου ὁ προγεγραμμένος πεποίημαι τοῦτο τὸ συνάλλαγμα κατὰ τὸν προκείμενον τρόπον καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος υἱὸς τοῦ μακαρίου Ἰσὰκ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Iustu upodiaconu apo diaconon eteliothe ιβ ἰνδικτίωνος ζ Σερήνου μυλοκόπου τὴν τέχνην υἱοῦ Ἠλίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.