no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 18234.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Πχῆρις Πουώριος καὶ Ὀρσενοῦφις Πετεμίνιος ἐπιμεληταὶ λιμνασμοῦ κώμης Ναβοώι. ὀμνύομεν τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ τύχην τὰ ὑπο γεγραμμένα ἐδάφη πάντα ποιήσεινποιήσιν αὐλακίσεσθαι, ὥστε ἕτοιμα εἶναι πρὸς κατασπορὰν ἐν ἡμέραις τρισὶ ἢ ἔνοχοι εἴημεν τῷ ὅρκωι. ἔστι δὲ τὸ κατʼ ἄνδρα · Ὀρσενοῦφις Πετεμίνιος α Μέρσιος Ὥρου α υἱοὶ Πετοσίριος Φατρέους ϛ Ἱέραξ Ἀπολλωνίου α υἱοὶ Πετοσίριος γ 𐅵 δ Μέρσιος Ὥρου 𐅵 δ η ιϛ λβ Παχοῦμις Ψεαθύριος 𐅵 δ η ιϛ Παχοματρῆς καὶ Ὀρσενούφιος ἀμφότεροι Πετοσίριος β δ Παχοῦμις δ Πετεμενεκύσιος ιθ ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Θὼθ ιδ. Πχῆρις Πουώριος ὀμώμοκαὀμόμοκα τὸν προκείμενον ὅρκον. Ὀρσενοῦφις Πετεμίνιος ὀμώμοκαὀμόμοκα τὸντὸ προκείμενον ὅρκον. Πχῆρις Πουώριος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.