no image
DDbDP-text
Loan of Grain, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 15.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισεν Ὧρος Ὥρου Ὥρωι ΝεχούτουΝεχουτωι ὡς ἐτῶν ν μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὖςἦς ἀριστερὸν τετρημένον πυροῦ ἀρτάβας τεσσαράκοντα ἓξ κριθῆς ἑξήκοντα ἐννέαἐνέα , ἴσους ἀτόκους, ὧν ἀπόδοσιν ποιησάτω ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ιε ἔτους, καὶ ἀποτεισάτω ἑκάστηςἑκαστω ἀρτάβης πυροῦ ἧς ἐὰν μὴ ἀποδῶι χαλκοῦ δραχμὰς δισχιλίας τετρακοσίας , κριθῆς χιλίας τετρακοσίας , καὶ ἑβδόμην μερίδα τῶν γε νημάτων πάντων· τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁοἱ δεδανεισμένος Ὥρωι ἐν μηνὶ Παχὼν τοῦ αὐτοῦ ἔτους καθαρὸν ἀπὸ παντὸς καὶ ἀποκαθεσταμένον εἰς οἶκον ἐν τοῖς πεδίοις ἰδίοις ἀνηλώμασι μέτρῳ ᾧ καὶ παρείληφεν· ἐὰν δὲ μὴ ἀποδῷἀποδωσιν ἐν τῷ ὡρισμένῳ χρόνωι ἢ μὴ ποιῇποιωσιν καθὰ γέγραπται ἀπο τεισάτω ἐν τῷ ἐχομένωι μηνὶ παραχρῆμα ἡμιόλιον ἢ τὴν ἐσομένην ἐν τῇ ἀγορᾶι τιμήντειμήν, καὶ ἡ πρᾶξις ἔστω Ὥρῳ ἐκ τοῦ δεδανεισμένου καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂν αἵρηταιαἱηραται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι καθάπερ ἐκ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἐδάνεισεν Ὧρος Ὥρου Ὥρωι Νεχούτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.