no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 10054.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείαν Λιμενίου καὶ Κατλίνου τῶν λαμπροτάτων, Μεχείρ ια. ὁμολογοῦσιν πρὸς ἀλλή λους Αὐρήλιοι Φιλάδελφος καὶ Εὐστόργιον ἀμφότεροιἬλιτος ὁμογάστριοι ἀδελφαὶ ἀπὸ τῆς Ἀλεξανδρίας κατοικοῦντεςκατοικουτας ἐν κώμῃ Φιλαδελφίᾳ τοῦ Ἀρσινοείτου νομοῦ συνεστῶτος τῇ Εὐστοργίῳ καὶ συνευ δοκοῦντος τῇδε τῇ διαιρέσει τοῦ συμβίου αὐτῆς Αὐρηλίου Κουερῆτος Ἀπολλῶτος ἀπὸ τῆς αὐτῆς κώμης Φιλαδελφίας χαίρειν ἐπειδὴ οἰκόπεδον πατρῷον ἡμῶν ἐν τῇ αὐτῇ Φιλαδελφίᾳ διαιρήκα μεν πρὸς ἑαυτοὺς καὶ ἔλαχέν σοι τῇ Εὐστοργίῳ ἐκ δικαίου καὶ ἀκινήτου κλήρου γεγενημένου κατὰ τὸ αἱροῦνἑροῦν σοι μέρος πέμπτον τὸ στάβλον τῶν ὄνων τὸ εἰς τὸ μέσον καὶ ἐκ νότου τῆς οἰκίας ἀστέγα στον ὄνὤν, καὶ συνεπείσθημενσυνεπίσθημεν πρὸς ἑαυτοὺς εἴσωἴσω μηνῶν ἕξ , τοῦτο ἐστιντουτεστιν μηνὶ Ἐπεὶφ τῆς εὐτυχοῦς εἰσιούσης ἐνάτης νέας ἰνδικτίονος κοινότερον στεγάσαι τὴν προκειμένην αὐλὴν τῶν ὄνων, ἐμὲ μὲν τὸν Φιλάδελφον δοῦναιδῶναι ἀναλωμάτων μέρη τέσσαρα καὶ σὲ τὴν Εὐστόργιον μέρος ἕν . ἐὰν οὖν ἡ ἀδελ φὴ ἡμῶν Νόννα παραχωρήσῃ ιερεξι αὐτὴ απξηες καὶ καλω εἰ δὲ μή, δώσω μέχρι τοῦ αὐθεντικοῦ πυλῶνος μόνου εἴσοδον αἱροῦσανἑροῦσαν εἰς ὃτο ἐκληρώθης μέρος εἰς τὸ ἀνὰ μέσον τοῦ μέρους τοῦ στάβλου καὶ τῆς ἐμῆς ἐξέδρας. καὶ οὐκ ἔξεστιν οὐδενὶ ἡμῶν παραβῆναί τι τῶν ἐγγεγραμμένων. ὁ δὲ ἐπελευσόμενος ἐκτείσει τῷ ἑτέρῳ ὑπὲρ στροφῆς καὶ ἐπηρείαςἐπηρίας λόγου ἀργυρίου δηναρίων μυ ριάδας τριακοσίας . ἐὰν δὲ μὴ ἐκτείσω σοι, ἀφήσω ἕως τῆς ὡρισμένης προθεσμίας μένεινμένιν σε ὡς μένειςμένις ἀκωλύτως. ἡ ὁμολογία κυρία καὶ ἐπερωτηθέντεςἐπερωτηθένταις ὡμολογήσαμεν. Αὐρήλιοι Φιλάδελφος καὶ Εὐστόργιον καὶ Κουερηοῦς συνευδοκοῦμεν τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Σαραπίων Ἰουλιανοῦ ἀπὸ τῆς Ἀλεξανδρίας κατοικῶν ἐν τῇ αὐτῇ κώμῃ ὁ καὶ τὸ σωμάτιον ποιήσας ἔγραψα ὑπὲρ αὐτῶν γράμ ματα μὴ εἰδότων ἐπὶ παρουσίᾳ μαρτύρων Ἑρενίου Ἁρποκρατίωνος καὶ Λογγινᾶτος ν τος ἀπὸ τῆς αὐτῆς κώμης. ἀντίγραφονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.