no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 10015.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου ἀδελφῷ Ἀμεν νεῶτι Ἰοβῖνος. τοῦ προσειπεῖν σεσαι ἔσπευσα διὰ τούτων μου τῶν γραμ μάτων, εὐχόμενος τῇ θείᾳ προνοίᾳ ὑγιαίνοντί σοι καὶ εὐθυνοῦντι ἀποδοθῆ ναι τὰ παρʼ ἐμοῦ γράμματα. ἔπειταἔπιτα γράφω τῇ σῇ χρησ τότητι ὅπως σπουδάσῃς καὶ συμβουλεύσῃς τῷ πραι ποσίτῳ καὶ τῷ πρίγκεπι καὶ ἀκτουαρίῳ καὶ τοῖς λοι ποῖς ὑπευθύνοις παράσ χωσι τῷ ἰδίῳ ῥογάτῳ τὰς τοῦ λαχανοσπέρμουλαχανασπέρμου τοῦ ὀρφανοῦ ἀρτάβας δέκα , ἐμοὶ τὰ μέγιστα χαριζό μενος· ἀεὶ γὰρ ἐγὼ χάρινχάρειν ἔχω φιλιάσεινφιλειάσειν πᾶσι καὶ μὴ ἔχθραν ἔχειν πρός τινα. ἐβούλετο γὰρ ὁ ὀρφα νὸς ἀπελθεῖν πρὸς τὸν κύριόν μου τὸν δοῦκα καὶδι διδάξαι περὶ τούτου καὶ ἄχριςἄχρεις δεῦρο ἐπέσχον τὸ πρᾶ γμα. πρόσειπε παρʼ ἐμοῦ τὴν κυρίαν μου τὴν σύμβιόν σου καὶ τὰ παιδία σου καὶ πάντας ἡδέως κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε. πολλὰ ἀσπάζεται ὑμᾶς ἡ σύμβιός μου καὶ Σατορνῖλος καὶπαι πάντες οἱ ἡμέτεροι. κυρίῳ μου ἀδελφῷ Ἀμμενεῶτι ἸοβῖνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.