no image
DDbDP-text
Brief von Dioskurides an Nearchides via HGV-meta
Linked by Trismegistos ID
TM 32352.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου ἀδελφῷἀδλφῷ ΝεαρχίδῃΝεαρχείδῃ Διοσκουρίδης χαίρειν· ἐξ ὧν ἔγραψεν ὁ πατὴρ Ἱέραξ χάριν ἔχω τῇ διαθέσειδιαθέσι σου, ἀδελφὲἀδλφὲ κύριε, ὅτι τὸ σφάλμα ἐβουλήθης διορθώ σασθαι. δέον γάρ σε ἐν τῇ ἀκμῇ τῆς ἐργασίας τὰ καθʼ ἡμᾶς ἐν πρώτοις ποιῆσαι γενέσθαι καὶ μὴ προκρίνειν ἄλλους ἡμῶν ἀμελήσαςἠμελησαςἠμέλησας. καὶ τοῦτονῦν με σφόδρασφρόδρα ἐλύπησεν, ὅτι δυσχερῶςδυσκερδῶς κατεργάζεται τὰ ὑστερούμενα χώ ματα. καλῶς δὲ ποιήσειςποιήσις καὶ πρε πόντως τῇ εὐγενείᾳ σου, ὅταν τὸ πρῶτον σφάλμα διορθώσῃς καὶ ποιήσῃς κατὰ τρόπον γενέσθαι τὰ ἡμέτερα χώματα. καὶ τῶνγοῦνγῶν ἀπὸ Δη μητρίου ἀδελφὸςἀδλφὸς Νεῖλος ἕωθεν τῆς σήμερον, ἥτις ἐστὶν τριακὰς μετὰ τοῦ ἀδελφοῦἀδλφοῦ σου Ὠκεανίου εἰς τὰ βορεινὰβορινὰ μέρη ἀπεδήμησεν πρὸ τῆς κομιδῆς τῶν γραμμάτων τοῦ πατρὸς Ἱέρακος. καὶ τῇ νεο μηνίᾳνεμηνια πάντως γραφήσεται αὐτῷ, ὅπως σοι ἀντίγραφα κομισώμεθακωμισωμεθα περὶ τοῦ μὴ ἀποσπασθῆναι τοὺς κωμήτας ἀπὸ τῆς ἐργασίας τῶν παρὰ σοὶ χωμάτων. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις κύριε μου ἀδελφέ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.