no image
DDbDP-text
Taurinos a Senouthios anystes. Comunicazioni urgenti su materiali da costruzione via HGV-meta
Linked by Trismegistos ID
TM 129762.
Each record below describes this same ancient text from a different angle.
ἔγραψά σοι κινῆτε ἀπὸ ὥρας ἐνάτης χθὲς ἵνα εὑρεθῇς εἰς Σιγκερὴ μεσονυκτίῳ καὶ περάσας τὰ ἐκεῖ σήμερον περὶ ἀναβολὴν ἡλίου οὐκ ηὗρόν σε. ἐδήλωσά σοι πάλιν ἵνα ἔλθῃς ἐγγύς μου εἰς Ἑρμούπολιν καὶ ἕως ὥρας ἕκτης οὐκ ἦλθες. κατάλαβε οὖν ἵνα λαλήσω σοι. ἀλλὰ παρασκεύασον φορτωθῆναι τὰ πεμφθέντα σοι πλοῖα ἐκ τοῦ ἰλλουστρίου σίτου καὶ μὴ πέμψῃς ὀπτόπλινθα ἕως ὅτε λαλήσω σοι μήτε μὴν ἀπολύσῃς τὰ δοκία ἀπελύθη ὥρᾳ ϛ τῷ τὰ πάντα τιμῆς ἀξίῳ Σενουθίῳ νοταρίῳ καὶ ἀνυστῇ ΤαυρῖνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.