no image
DDbDP-text
μετὰ τὴν ὑπατείαν τοῦ τῆς θείας λήξεως Λέοντος Νέου τὸ α Παῦνι ιθ ιγ ἰνδικτίονος. Φλαουίῳ Ἰωάννῃ Ταυρίνου τῷ αἰδεσίμῳ σκρινιαρίῳ τῆς κατὰ Θηβαΐδα στρατιωτικῆς τάξεως ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Κορνηλίου Παύλου μητρὸς Κυρίλλας ἀπὸ τῆς αὐτῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος ἐφʼ ὃν ἄν βουληθῇ χρόνον λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας, ἥτις ἐστὶν Παῦνι ἐννεακαιδεκάτη τῆς παρούσης τρισκαιδεκάτηςτρεισκαιδεκάτης ἰνδικτίωνος, τὴν ὑπάρχουσαν τῇ σῇ ἀρετῇ ὁλόκληρον οἰκίαν δίστεγον, οἵας ἐστὶν διαθέσεως σὺν καταγαίῳ καὶ χρηστηρίοις πᾶσι, διακειμένην ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου πρὸς μίσθωσις Κορνηλίου Παύλου ἀπὸ Ἑρμοῦ πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.