no image
DDbDP-text
Νικίας Βιάνορος τῆς ἐπιγονῆς ἀπέδοτο Βρομερῶι Βρομεροῦ Θραικὶ τῆς ἐπιγονῆς οἴνου χοέας ἑκατὸν ἑβδομήκοντα τιμῆς τὸν χοέα χαλκοῦ δραχμῶν τεσσάρων ἀπέχων τὴν τιμὴν χαλκοῦ δραχμὰς ἑξακοσίας ὀγδοήκοντα. ἀπο δότω δὲ Νικίας Βρομερῶι τὸν οἶνον ἐν πέντε μησὶνμηνσιν ἀπὸ μηνὸς Ὑπερβερεταίου τοῦ ιϛ ἔτους ἐκ τοῦ αὑτοῦ ἀμπελῶνος ὃν ἔχει περὶ τὸν Ἰβιῶνα τῶν πενταρούρων οἶνον ἄδολον μέτροις Ἀρσινόης προσ μετρῶν ἑκάστωι χοὶ κοτύλας δύο κέραμον δʼ αὐτῶι Βρομεροῦ παρεχομένου. συγγραφοφύλαξ Δω ρίων Ποσειδωνίου Μεγαρεὺς τῆς ἐπιγονῆς. ἦν Νικίας ὡς ἐτῶν κβ εὐμεγέθης μελίχρως μακροπρόσωπος. Βρομερὸς ὡς ἐτῶν νη εὐμεγέθης μελίχρως μακροπρόσωπος. λου οὐλὴ ῥινὶ μέσηι. Δωρίων ὡς ἐτῶν λ βραχὺς μελίχρως μακροπρόσωπος ἀνα φάλανθος οὐλαὶ μετώπωι παντί. ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.