no image
DDbDP-text
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. ὁ οἰνογεύστης μετέδωκεν τὰ τῆς Εὐβοίας οἰνάρια ἀνεπιτήδεια εἶναι· ἀπὸ τούτων οὖν ἀνάπεμψον διὰ Ἁράχθου ναυτικοῦ κεράμια διακόσια πεντήκοντα, γίνονται κεράμια σν. ἔρρωσο καὶ ἀνάπεμψον τὰ τοῦ οἴνου κεράμια διακόσια πεντήκοντα, γίνονται κεράμια σν. ἔτους ζ Παχὼν λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.