no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9286.
Each record below describes this same ancient text from a different angle.
Μαντέννιος Σαβεῖνος στρατηγοῖς ζ νομῶν καὶ Ἀρσινοΐτου χαίρειν. τοῦ πεμφθέντοςπεμφέντος εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν διατάγματος ὑπʼ ἐμοῦ ἀντίγραφον ὑπο ταγῆναι ἐκέλευσα, ἵνα πάντες εἰδ ῆτεἰδιηται καὶ ταῖς ἴσαις ἡμέραις ἑορτά σηται. ἐρρῶσθε ὑμᾶς βούλομαι. ἔτους α Αὐτοκράτορος Καίσαρος Πουβλίου Ἑλουίου Περτίνακος Σεβαστοῦ Φα μενὼθ ι. ἀντίγραφον διατάγματος· ἑορτάζοντας ὑμᾶςἡμᾶς ἐπὶἐπεὶ τῇ εὐ τυχεστάτῃ βασιλίᾳ τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Πουβλίου Ἁλουίου Περτίνακος τοῦ Σεβαστοῦ πρώτου τῆς ἱερᾶς συνκλήτου πατρὸς πατρίδοςπατρίτος καὶ Πουβλίου Ἑλουίου Περτίνακος τοῦ υἱέοςὑέος αὐτοῦ καὶ Φλαυίας Τιττιανῆς Σεβαστῆς ἀκόλουθόν ἐστιν, ὦ ἄνδρες Ἀλεξανδρεῖς, πανδημεὶ θύοντας καὶ εὐχομένους ὑπέρ τε τοῦ διηνεκοῦς αὐτοκρατοῦς καὶ τοῦ σύνπαντος οἴκου στεφα νηφορῆσαι ἡμέρας πεντεκαίδε κα ἀρξαμένους ἀπὸ τῆς σήμερον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.