no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 28137.
Each record below describes this same ancient text from a different angle.
Ἀπίων Ἐπιμάχῳ τῶι πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάν των εὔχομαί σε ὑγιαίνειν καὶ διὰ παντὸς ἐρρωμένονἐρωμένον εὐτυχεῖν μετὰ τῆς ἀδελφῆς μου καὶ τῆς θυγατρὸς αὐτῆς καὶ τοῦ ἀδελφοῦ μου. εὐχαριστῶ τῷ κυρίῳ Σεράπιδι ὅτι μου κινδυνεύσαντος εἰς θάλασσαν ἔσωσε εὐθέως. ὅτε εἰσῆλθον εἰς Μη σήνους, ἔλαβα βιάτικον παρὰ Καίσαρος χρυσοῦς τρεῖς καὶ καλῶς μοί ἐστιν. ἐρωτῶ σε οὖν, κύριέ μου πάτερπάτηρ, γράψον μοι ἐπιστόλιον πρῶτον μὲν περὶ τῆς σωτηρίας σου, δεύ τερον περὶ τῆς τῶν ἀδελφῶν μου, τρίτον, ἵνα σου προσκυνήσω τὴν χεῖραχεραν, ὅτι με ἐπαίδευσας καλῶς, καὶ ἐκ τούτου ἐλπίζω ταχὺ προκό ψαιπροκόσαι τῶν θεῶν θελόντων. ἄσπασαι Καπίτωνα πολλὰπολλὰ καὶ τοὺςτοὺσ ἀδελφούς μου καὶ Σερηνίλλαν καὶ τοὺς φίλους μου. ἔπεμψά σοι εἰκόνιν μου διὰ Εὐκτή μονος. ἔστινἔστι δέ μου ὄνομα Ἀντῶνις Μά ξιμος. ἐρρῶσθαί σε εὔχομαι. κεντυρία Ἀθηνονίκη. ἀσπάζεταί σε Σερῆνος ὁ τοῦ Ἀγαθοῦ Δαίμονος καὶ ς ὁ τοῦ ρουροσ καὶ Τούρβων ὁ τοῦ Γαλλωνίου καὶ Δνᾶς ὁ τοῦ σεν εἰς Φιλαδελφίαν ἘπιμάχῳἘπιμάχῳ ἀπὸ Ἀπίωνος υἱοῦ ἀπόδος εἰς χώρτην πρῖμαν Ἀπαμηνῶν Ἰουλιανοῦ Ἀν λιβελαρίῳλιβλαρίῳ ἀπὸ Ἀπίωνος ὥστε Ἐπιμάχῳ πατρὶ αὐτοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.