no image
DDbDP-text
Petition to the Praefect via HGV-meta
Linked by Trismegistos ID
TM 10771.
Each record below describes this same ancient text from a different angle.
ὑπομνη ματισμὸν Σεπτιμίου Μάκρωνος ἐπι στρατήγου κεχρονισμένον εἰς ἔτος Ἀντωνίνου τοῦ κυρίου Φαρμοῦθι , Ἡλιόδωρος εἶπεν· κέκρικεν ἀπολύσας. Γαίωι Ἀουιδίωι Ἡλιοδώρωι ἐπάρχῳ Αἰγύπτου παρὰ ΜάρκουΜάρ Οὐαλερίου Γεμέλλου ἰατροῦ. παρὰ τὰ ἀπηγορευμένααπηγορηυμενα ἀχθεὶς εἰς ἐπι τήρησιν γενηματογραφουμένων ὑπαρχόντων περὶ κώμας Βακχιάδα καὶ Ἡφαιστιάδα τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου τετραε τεῖ ἤδη χρόνωι ἐν τῇ χρείαι πονούμενος ἐξησθένησα ὅλως, κύριε, ὅθεν ἀξιῶ σεσαι τὸν σωτῆρα ἐλεῆσαί με καὶ κελεῦσαι ἤδη με ἀπολυθῆναι τῆς χρείας ὅπως δυ νηθῶ ἐμαυτὸν ἀνακτήσασθαι ἀ πὸ τῶν καμάτων οὐδὲν δὲ δεῖ τον καὶ ὁμοιώματα ὑποτάξαι, ὅτι τέλεον ἀπολύονται τῶν λειτουρ γιῶν οἱ τὴν ἰατρικὴν ἐπιστήμην μεταχειριζόμενοι μάλιστα δὲ οἱ δε δοκιμασμένοι ὥσπερ καὶ ἐγώκἀγώ, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.