no image
DDbDP-text
ἔτους ζ Χοίαχ δ. Ἀσκληπιάδης, γυνὴ Πατροφίλα, υἱὸς Ἀπολλοφάνης ὡς ἐτῶν ιε, Ἀπολλόδωρος ὡς ἐτῶν ιγ, Ἀρτεμίδωρος ὡς ἐτῶν ι, Πτολεμαῖος ὡς ἐτῶν ε, τροφὸς Κοσμία, γεωργοὶ μισθῶι Χάζαρος, Ῥαγεσοβάαλ Ἰεάβ, Κράτερος, Σιτάλκες, Νατανβάαλ, ποιμὴν Ποτάμων, βουκόλος Ὧρος γίνονται σώματα ιε. ἀπογρά φομαι τὸν ὑπάρχοντά μοι σῖτον εἰς τὰ δέοντα πυροῦ vestiges κριθῆς ἀρτάβας θ, ὀλύρας ἀρτάβας ιε, εἰς τὰ δέοντα ὑποζυγίοις δ τοῖς λειτουργοῦσιν καὶ βοῶν ζεύγεσιν ἓξ κριθοπύρου ἀρτάβας ϛ βωλοπύρου μεμιγμένουμεμιγμενοι κριθῆι ἀρτάβας ιβ. συνέχον ται δὲ παρʼ ἐμοὶ ἐμοῦ τε καὶ τῶν μετόχων μου κριθοπύρου ἀρτάβαι λ πρὸς τὰ ἐκφόρια, ἃ ὀφείλομεν Νικάνδρου τοῦ Σκα μάνδρου κλήρου κματα ἀπὸ τῆς ἅλω σὺν τῶι κονιορτῶι ἀρτάβαι ιε, ὄσπρια κυάμου ἀρτάβαι κγ, ἐρεβίν θου ἀρτάβαι λε, φακῶν ἀρτάβαι ζ καὶ ἐνἐμ παρακαταθήκηι Πα νήσιος φακῶν ἀρτάβαι γ, φασήλου ἀρτάβαι ιε, καὶ ἐν τῶι ἐνἐμ Βου βάστωι βασιλικῶι θησαυρῶι ἀποκάθαρσις τοῦ σίτου τοῦ ἐξενεχθέντος σίτου κριθοπύρου ἀρτάβαι ρξη, ἐξ οὗ ἐκοσ κινεύετο ὁ πυρός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.