no image
DDbDP-text
Νικάνορι ἐπιμελητῆι. πολλάκις σοι γέγραφα, διότι καταδεδυ ναστεύομαι ἐν τῆι φυλακῆι λιμῶι παραπολλύμενος, μῆνές εἰσιν δέκα , παρανμε ἀδίκως ἀπηγμένον, οὗ ἕνε κεν ἐπιμελητὴς ηι ὅπως ἂν τὸ δίκαιον πᾶσι γένη ται διὰ σοῦ τοῖς ἐν τῆι χώραι διὰ σοῦ. ὑπάρχοντος γὰρ ἐν τῶι διαγράμματι· ἐὰν δέ τινες τοῖς ἐν Ἀλεξανδρείαι ἢ ἐν τῆι χώραι ἀρχείοιςριαρ ἢ τοῖς τούτων ὑπηρέταις ἢ τοῖς ἄλλοις τοῖς πραγματευομένοις τι α τῶν βασιλικῶν ἐνκαλέσωσιν, τὸ δίκαιον δώσουσιν καὶ λήμψονται ἐπὶ τῶν ἀποδεδειγμένων ἐπισκόπων, οἷςοὓσ ἂν ὁ διοικητὴς συντάσσηι ἢ δεήσει συντελεῖσθαι τὰ κατὰ τὸ κρίμα. ἐὰν δὲ ἦιδέηι κρίμα ἃ πρὸς Δημή τρίον καὶ Ἀπολλώνιον συνγέγραφα ἐπὶ Διονυσιοδώρου τοῦ ἐπιμελητεύ σαντος περὶ τῶν αὐτῶν ἔκρινεν γράφειν με καὶ ἔδωκαν τοῖς χρηματισταῖς περὶ τῶν αὐτῶν. τῆς Διοφανοῦς οὖν ἀκρι βείας ἕνεκεν ἀπήχθην. ἀξι ῶ σε δεόμενος μή με ἀπολέσηι τῶι λιμῶι ἐν τῆι φυλακῆι, ἀλλὰ γράψαι τῶι διοικη τῆι περὶ τούτων ἢ ἀποστέλλειν με ἐπʼ αὐτὸν ς ἵνα τῆς σωτηρίας τύχω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.