no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 20197.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ἐπιστολῆς τοῦ κυρίου μεθηρμηνευ μένης κατὰ τὸ δυνατὸνω ἥ γεἣ ἔτους γ Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τὸ γ Πουπλίου ΔασσουμίουΑἰλίου τὸ γ καὶ Ῥουστικοῦ ὑπάτοις προετέθη ἐν Ἀλεξανδρείᾳ ἐν τῇ παρεμβολῇπροετέθη ἐν ἐν τῆι παρεμβολῆι τῆς χειμασίας λεγιῶνος τρίτης Κυρηναικῆς καὶ λεγιῶνος β καὶ εἰκοστῆς Δηιοτεριανῆς πρίδιε νόνας Ἀουγούστας, ὅ ἐστιν Μεσορὴ ια ἐν πρινκεπίοις. ἐπίσταμαι, Ῥάμμιέ μου, τούτους, οὓς οἱ γονεῖς αὐτῶν τῷ τῆς στρατείας ἀνεί λαντο χρόνῳ, τὴν πρὸς τὰ πατρικὰ ὑπάρχοντα πρόσοδον κεκωλῦσθαι, καὶ τοῦτο οὐκ ἐδόκει σκληρὸν εἶναι τὸ ἐναντίον αὐτῶν τῆς στρατιωτικῆς διδαχῆς πεποιηκότων. ἥδιστα δὲ αὐτὸς προίεμαιπροείεναι τὰς ἀφορμὰς διʼ ὧν τὸ αὐστηρότερον ὑπὸ τῶν πρὸ ἐμοῦ Αὐτοκρατόρων σταθὲν φιλανθρωπό τερον ἑρμηνεύω. ὅνπερ τοιγαροῦν τρόπον οὔκ εἰσιν νόμιμοι κληρο νόμοι τῶν ἑαυτῶν πατέρων οἱ τῷ τῆς στρατείας χρόνῳ ἀναλημφθέν τες, ὅμως κατοχὴν ὑπαρχόντων ἐξ ἐκείνου τοῦ μέρους τοῦ διατάγμα τος, οὗ καὶ τοῖς πρὸς γένους συνγενέσι δίδοται, αἰτεῖσθαι δύνασθαι καὶ αὐτοὺς κρίνωκρείνω. ταύτην μου τὴν δωρεὰν καὶ τοῖς στρατιώταις ἐμοῦ καὶ τοῖς οὐε τρανοῖς εὔγνωστόν σε ποιῆσαι δεή σει, οὐχ ἕνεκα τοῦ δοκεῖν με αὐτοῖς ἐνλογεῖν, ἀλλὰ ἵνα τούτῳ χρῶνται, ἐὰν ἀγνοῶσι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.