no image
DDbDP-text
Linked by Trismegistos ID
TM 44702.
Each record below describes this same ancient text from a different angle.
demotic ? lin ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦτεσσερακοστοῦ Καίσαρος Ἁθὺρ τετράδι καὶ εἰκάδι. ἀναγέγραπται ἐν Ψινάχει τῆς Θεμίστου μερίδος πρᾶσις καὶ ἀποστατίου οἰκίας καὶ προνησίου καὶ αἰθρίου καὶ τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσωι Ἀρσινοείτου Ἡρακλείδου μερίδος ἃς ποιεῖταιποεῖται Χαιρήμων Ἡρώιδου μητρὸς Θάσιτος προφήτης Σαταβοῦτι Ἐριοψήμιος μητρὸς Σαταβοῦτος ἔτι δὲ καὶ ἡ Χαιρήμονος γυνὴ Τομσαῖις Χαιρήμονος μητρὸς Ταμεσθασύθμιος. Χαιρήμων Ἡρῴδου μητρὸς Θάσιτος προφήτης καὶ ἡ γυνὴ Θεσμάις Χαιρήμονος μητρὸς Ταμεσθασύθμιος ὁμολογοῦμεν Χαιρήμων μὲν πεπραχέναι Σαταβοῦτι Ἐριοψήμιος τῆς Σαταβοῦτι τὴν ὑπάρχουσάνὑπάρχουσάμ μοι οἰκίαν καὶ προνήσιον ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ αἴθριον καὶ τὸν προσόντα ψιλὸνψειλὸν τόπον ἐκ τοῦ πρὸς νότον μέρους καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ὅσων πότʼ ἐστιν μέτρων ἐπὶἐπις τοῖς οὖσι πᾶσι· γείτονες νότου περίμετρον κώμης, βορρᾶβορᾶ Ὥρου τοῦ Ὥρου οἰκία, λιβὸς καὶ ἀπηλιώτου ῥύμαι βασιλικαί, καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴντειμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω ἐπὶ τὸν ἅπαντα χρόνον, Θεμσάις δὲ εὐδοκῶ τῆι πράσει καὶ μὴ ἐπελεύσεσθαι καθότι προγέγραπται. Χαιρήμων ὁ προγεγραμμένος προφήτης καὶ ἀρχιστολιστὴς Σούχου θεοῦ μεγάλου μεγάλου γέγραφα ὑπὲρ αὐτῆς διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα καὶ εἶμι ἐτῶν τεσσαράκοντα τριῶν , οὐλὴ μετώπῳμετώιπῳ μέσῳ, ἔστιν δὲ Θεμσάις ἐτῶν τεσσαράκοντα ἄσημος. demotic ? linSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.