no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 18701.
Each record below describes this same ancient text from a different angle.
ϙα ς απο νελε κώμης ἐνεστῶτι γ ἔτει ἀνα αφε ὄνομα διά καθήκει ι ου Μεγίστου ϙβ παρὰ Αὐρηλίου Ψείριος Κολλούθου ἀπὸ κώμης Μουχεννώμθου. ἐπεὶ ὁ συγγενής μου Ποῦνσις λιος ἐτελεύτησεν τῷ ἐνεστῶτι γ ἔτει ἀναγρα φόμενος ἐπὶ τῆς προκειμένης κώμης Μουχεννώμθου ἀξιῶ περιαιρεθῆναι αὐτοῦ τὸ ὄνομα διὰ τῶν παρὰ σοὶ δημοσίων βιβλί ων ὡς καθήκει καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.